# Περὶ καταρχῶν VI. Περὶ νόσων..1

Maximus, Astrologus, Περὶ καταρχῶν, VI. Περὶ νόσων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/VI.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BD%CF%8C%CF%83%CF%89%CE%BD..1

Νῦν δʼ ἄγε μοι, κούρη Λιβηθριάς, ἔννεπε Μοῦσα, ὅσσα φέρει νούσοισιν ἀκήματα δῖα Σελήνη, ὅσσα τε λυγρὰ πέλονται ἐν εἰδώλοισι θεούσης δώδεκα, τοῖς ἔνι τέρμα πολυτλήτου βιότοιο. εἰ μέν γʼ εἰαρινοῖσιν ἐν ἄστρασιν Ἀρνειοῖο πασιφαὴς εἱλοῖτο βροτοῖς πανδῖα Σελήνη, ὁππότε τις νούσῳ ἀρημένος ἀλγινοέσσῃ ἀργαλέην ἴσχῃσι μεληδόνα, μή νύ τι πῆμα δειδέχθαι· Παιών γὰρ ἐναίσιμος ἀνθρώποισιν, εἴ κεν ἔοις, ἢν τοῦδε κατʼ εἰδώλοιο φέρηται εὐδερκὴς κερόεσσα Σεληναίη κλυτόπωλος, ἔμπλην ἀργαλέων ὀδυνάων ὀξειάων, αἵτε κάρηνον ἔχουσιν ὀιζυροῖο βροτοῖο· αἵδε γὰρ οὔτι ταχεῖαν ἐπαυρίσκονται ἀρωγήν. εἰ δὲ γυνὴ βαρύθῃσιν ἐπʼ ὠδίνεσσι μογεῦσα, ἡμιτελῆ γυίων ἀποσείσεται ἀκλέα παῖδα, πρὶν φάος ἠελίοιο φίλοις ὤπεσσιν ἀθρῆσαι. ἤματι μὲν πρώτῳ μάλʼ ἀεικελίῃ ὑπὸ νούσῳ μοχθήσει, καί τʼ ἐγγὺς ἀδευκέος ἔσσετʼ ὀλέθρου· εἰ δὲ φάος κεν ἔχοι Κριῷ ἔπι δεύτερον ἤδη, σώζεται ἐκ καμάτοιο φυγοῦσʼ ἐριώδυνον ἄτην. ἢν δὲ κατʼ εὐκεράοιο Βοὸς μετανισσομένη που ἰνδαλθῇ κερόεσσα, τότʼ αὖ μέγα θαρσαλέος τοι αὐδήσω πτοιητὸν ἐπʼ ἀνέρι πορσύνουσαν ἦτορ καὶ πραπίδων ἑτερήρεα δύσφορον ὁρμὴν πλαζομένοιο νόοιο, πότμον γε μὲν οὔτι φέρουσαν νοῦσον, ἔχειν δʼ ὠκεῖαν ἀκεσφορίην ἐρατεινήν. εἰ δέ τι δειρῆς ἐντὸς ἔχοις ὀλοφώιον ἄλγος, ᾗχί τε σύριγγες σφάγιαι βροτὸν ἀμφὶς ἔχουσι, φράζεσθαί σʼ ἐπέοικε συνάγχης λοίγιον ἄχθος. μὴ μὲν δὴ πρώτῳ ἐνὶ ἤματι τῷδε λεχωὶς ἀμβλώοι, ῥιγηλὸν ὀπαζομένη κακὸν οἶτον· δευτέρῃ εἰν ἠοῖ δὲ πέλει ἐλαφρώτερον ἄλγος, εἰ τόκος ἐκ μελέων ἀνεμώλιος ἀίξῃσι. μὴ μὲν δὴ Διδύμοισιν ἐπιθρώσκουσα Σελήνη ἰξύος ἄλγος ἄγοι, μηδʼ ὤμοισιν κακότητα ἢ πάρεσιν μελέεσσι φέροι· δύστλητα γὰρ ἔσται κήδεα, καὶ δʼ ἂν ἀκεσφορίην ἀνεμώλιον ἔλποι. ἢν δέ τις ἄλλη νοῦσος ἐπιρρέπῃ, εἰ μὲν ἐν ἠοῖ πρώτῃ κλινοπετῆ τεύχοι βροτόν, ἐς χρόνον ἄξει ἴησιν, δηρὸν δʼ ἂν ἐνὶ λεχέεσσι κλιθείη, τηκόμενος δυερῇσι πανημαδὸν ἐλπωρῇσιν· εἰ δʼ ἀρχὴ καμάτοιο πέλοι ἐνὶ δευτέρῃ ἠοῖ, ἦ τʼ ἂν ὅγʼ ὠκείῃσιν ὑπʼ ἀρτεμίῃσιν ἔχοιτο, ἤματʼ ἐπὶ τρία μοῦνον ἐνὶ λέκτροισι μογήσας. ἢν δὲ γυνὴ τῆμόσδε φέρουσ᾿ ὑπομήτριον υἷα ἀμβλώσῃ, ξυνήν κεν ἐς Ἄιδα παιδὶ κέλευθον στέλλοιτʼ, εἰ μή τίς μιν ἐρύσσεται ἤπιος ἀστὴρ ἀγλαοφεγγέα δῖαν ἐσαθρήσας κερόεσσαν. πρηΰτατος δὲ πέλει κάματος βροτῷ αὐδήεντι, εἴ κεν συμφορέηται ἀγαυὴ Θειαντίνη Καρκίνῳ αἰγλήεντι, θοὴν δὲ φέρει ἐπαρωγήν. μοῦνον μὴ στέρνοισιν ἔχοι ὀλοφώιον ἄλγος· δυσπονέως γάρ μιν Παιήονος ἔργα σαώσοι. μηδὲ ποδὸς πληγή μιν ἐπισπέρχοι ὀδύνῃσι τῆμος, δὴ γὰρ ἂν οὔτι μετʼ ἀρτιπόδεσσι λέγοιτο. ἀμβλώσει δʼ οὔ πέρ τι φέρει κακόν, οὐδέ τι λοιγόν. κούφως δʼ αἱμορύτοισιν ἐπʼ ὠδίνεσσι πονοῖτο ἡμιτελὲς ῥίψασα γυνὴ ἀνεμώλιον ἄχθος. ναὶ μὴν ἠυγένειον ἐπιστείχουσα Λέοντα εἴη τοι πρηεῖα καὶ ἤπιος· οὔτι γὰρ ἐσθλὸν ἄρξασθαι τῆμόσδε δυσηλεγέος καμάτοιο· οὐ γάρ κεν προφύγοισθα κακὸν φλογερῶν ὀδυνάων, εἰ μὴ γαστέρος ὦκα βάλοις ἄπο λύματα πάντα. οὐ μὲν δὴ κυέουσαν, ὅτʼ ἀμβλώσειε, γυναῖκα ῥεῖά κεν οὐδʼ αὐτὴ Παιηονὶς ἰήσαιτο Ἠπιόνη χείρεσσιν ἀκεσφορίην ἐπάγουσα. εἰ δʼ ἄρα συμφορέοιτο Δίκῃ πανδῖα Σελήνη, δηρὸν ἀμυδρὴ νοῦσος ἐφημερίοις κε πέλοιτο ἀνθρώποις· πότμον δʼ ὑπαλεύεται, ὅς κεν ἐν ἠοῖ ἄρξηται κείνῃ μογέειν εὐήρεα γυῖα. μοῦνον μὴ στομάχοιο κακηπελίῃ βαρύθοιτο ἢ πλευρῆς· οὐ γάρ τι φέρει λαιψήρʼ ὑγίειαν. μηδέ τις αἵματος ἀνδρὶ ῥοὴ τῆμόσδε πέλοιτο, μηδέ τε θηλυτέρῃσιν ἐφανδάνοι ἀμβλώεσθαι τηνίκα, λοιγὸν ἄγει γὰρ ἀνάρσιον· εἰ δὲ τύχῃσιν ὠδῖνα ζωοῖσιν ἐπὶ βρεφέεσσι λύεσθαι, ἦ τʼ ἂν ἐλαφρίσσαιτο πόνον στυγερῶν ὀδυνάων Ἀστραίη κούρη σταχυηφόρος ἠπιόδωρος. δείδιθι Χηλάων ἐνὶ τείρεσι χρυσοέθειραν Μήνην, μηδέ τε νούσῳ ὑπʼ ἀργαλέῃ μεμογηκώς κλινοπετὴς γίνοιο· φέρει δʼ ὀλοφώιον ἄστρον δοιῶν μοιράων ἑτέρην βροτῷ ἀλγινόεντι, λαιψηρὴν ὑγίειαν ἢ αἰνότλητον ἀνίην, εἴ κεν δηθύνῃσι πόνος, καὶ ἀδευκέα πότμον, καί τε γυναιξὶν ὄλεθρον, ὅτʼ ἂν βρέφος ἐκπροθόρῃσι ψυχολιπὲς μελέων· τὰ δέ σε φρεσὶ πευκαλίμῃσι φράζεσθαι ἐπέοικεν, ἵνʼ ἄλγεα δεινὰ φύγῃσθα. ὀκταπόδην δʼ ἐπὶ θῆρα φανεῖσʼ εὐῶπις ἄνασσα Σκορπίον, ἐν πρώτῃ μὲν ἐναίσιμος ἠριγενείῃ· εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, κίνδυνον ἰάψει. Τοξευτῆρι δʼ ἐλαφρῷ ὁμοδρομέουσα Σελήνη μειότερον θήσει κάματον βροτῷ, ὦκα δὲ καλὴν ἀρτεμίην ὀπάσειε φίλην εὐήρεσι γυίοις. αὕτως δʼ Αἰγοκερῆα διαστείχουσα φερίστη, ὠκείην γυίοισιν ἄγουσ᾿ ἐπιτάρροθον ἀλκήν. μὴ μὲν ἔοι τῆμόσδε περὶ πλευρῇσι μογῆσαι ἀνέρι, μηδέ τε λῦμαρ ἐν ἰσχίῳ ἐμπελάσειε· δηρὸν γὰρ βροτὸν ἄνδρα κακηπελίη δαμάσειεν. εἰ δὲ γυνὴ μογερῶν γυίων βρέφος ἠλιτόμηνον ἔνδοθεν ἐκπροβάλῃσιν ὑφʼ αἱματόεντι μιασμῷ, ἤματι μὲν προτέρῳ παῦρον πόνον ἐγγυαλίξει, ἔμπης δʼ ἠελίου κεχαρήσεται ἀκτίνεσσι, δηρὸν ὁρῶσα φάος τερψιμβρότου ἠελίοιο· δευτέρῃ εἰν ἠοῖ δὲ κακώτερον ἄλγος ὀπάσσει. Ὑδροχόον δʼ ἐφέπουσα φαεσφόρος αἰγλήεσσα ἄλλας μὲν νούσους ἰήσεται· εἰ δέ κε κρείσσων χρειὼ ἀναγκαίη σε βιήσεται αἰνὰ παθόντα ἀργαλέου ὑδέροιο, τότʼ αὖ κακότητα φράσασθαι δύστλητον· τοίην γὰρ ἐπὶ στυγερὴν ἄγει ἄτην. ἠοῖ δὲ πρώτῃ χαλεπὴ πέλει, εὖτε γυναικὶ ἄμβλωσις γίνηται ὀιζυροῖο τόκοιο· εἰ δʼ ἄρα δεύτερον ἦμαρ ἄγοι φαεσίμβροτος αἴγλη, μειότερον τελέσειε πόνον λῆξίν τʼ ὀδυνάων. Ἰχθύσι δʼ εἰαρινοῖσι παλίγκοτα πήματα φεύγει ῥηιδίως, εἴ πέρ τε νόσῳ δέμας ἀλγυνθείη· εἰ δέ τε νειαίρης γαστρὸς λύσις ἀντήσειεν ἢ νεύρων, τάτε φωτὶ ποδῶν ὑποέκλασεν ἄρθρα, οὐκ ἂν ῥηιδίως μιν ἀπήμονα πορσύνειας. χρὴ δέ σʼ ἐπίφρονα μῆτιν ἐνὶ στέρνοισιν ἔχοντα ἴδμεναι, οὕνεκα δῖα Σεληναίη κλυτόπωλος, εἰ μὲν συμφορέηται ἐνηέσιν ἄστρασι καλοῖς, εὐδερκεῖ Φαέθοντι ἢ εὐσκόπῳ Ἑρμάωνι ἠὲ Πάφου μεδεούσῃ ἀγαυῇ Κυπρογενείῃ, κουφότερον τελέει πόνον ἀνέρι, καὶ λύσιν ἄλγους ὦκα φέρει, πρὶν ἀιστῶσαι εὐήρεα γυῖα· εἰ δέ τε λοίγιον ἄστρον ὁμοδρομέοι κεροέσσῃ, ἢ Φαίνων δύστλητος ἢ Ἄρης ἐγρεκύδοιμος, πλειότερον κάματον τελέει καὶ ἀεικέα νοῦσον. θηλυτέρῃσι δὲ πάντα κακώτερα φαίνεται ἄστρα, ὅσσα διαστείχῃσιν ἀγαυὴ Θειαντίνη· καὶ γὰρ Ζηνὶ συνοῦσα καὶ αὐτῇ Κυπρογενείῃ ἀμβλώσεις χαλεπάς τε δυσηλεγέας τε τίθησιν. ἀλλὰ σύ μοι μούνην πανδερκέα βούλεο Μήνην ἔμμεναι, εὖτε γυναικὶ πέλει ἀμβλώσιμον ἦμαρ.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
