# Περὶ καταρχῶν VII. Περὶ τομῆς καὶ χειρουργίας.

Maximus, Astrologus, Περὶ καταρχῶν, VII. Περὶ τομῆς καὶ χειρουργίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/VII.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%CE%BC%E1%BF%86%CF%82%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%87%CE%B5%CE%B9%CF%81%CE%BF%CF%85%CF%81%CE%B3%CE%AF%CE%B1%CF%82.

Νῦν δʼ ἄγε μοι κατάλεξον, ἐύθρονε πότνια Μοῦσα, πῶς κεν ἄνευ λοιγοῖο τομεὺς ἐπὶ φωτὶ σίδηρος ἀρτεμίην τεύξειεν, ὑπʼ ἰητῆρος ἀγαυοῦ σώματι δυσπαθέοντι λύσιν καμάτοιο τιτύσκων. εἰ μὲν ἀπʼ Ὡκεανοῖο νέον προφάῃσιν ἀγαυὴ Πληιὰς εἰαρόεσσ᾿, ἢ καὶ πανδῖα Σελήνη Ταύρῳ ἐνιδρομέουσα κατʼ οὐρανὸν ἰνδάλληται, ἠὲ καὶ ὑγροφόροιο κατʼ Αἰγοκερῆος ὁδεύοι, φείδεό μοι χάλυβος, μηδʼ ἐς χέρα τῆμος ἵκοιτο ἀκμὴ παμφαίνοντος ἐυσμήκτοιο σιδήρου, μηδὲ τάμοι χρόα φωτός, ἐπεὶ μογεροῖσιν ἰάψει ὦκα πόνοις, μηδʼ αὖτις ἀναβλήδην γε τάμοιο. αὔτως δʼ ἢν φορέηται ἐπʼ ἄστρασιν Ἰκαριώνης παρθένου, ἡσυχίην ἀγέμεν, καὶ λώιον εἴη. μὴ μὲν δὴ κελάδοντος ἀπʼ Ὠκεανοῖο φέροιτο Ἀστραίη κούρη σταχυηφόρος· ἦ γὰρ ἀνίας τεύξει τεμνομένοισι καὶ ἄλγεα δακρυόεντα. ὥς δʼ αὕτως τροπικοῖσιν ἐν εἰδώλοις ἀλέασθαι πανδῖον στείχουσαν, ἐπεὶ πολὺ βέλτερον ἔσται ἀτρεμίην ἐχέμεν, μηδʼ ἐν συνόδοισιν ἐούσης θηγαλέῳ γε τάμοιο δέμας μορόεντι σιδήρῳ. αὕτως δʼ οὖ διχόμηνον ἀλεύεσθαι ἐπέοικε. φράζεσθαι δʼ, εἴ κεν στυγερῷ Πυρόεντι συνείη, μὴ θαμάκις χρειώ σε τομῆς ἐπὶ φωτὶ λάβῃσιν. ὣς δʼ αὕτως τοῖς ἐστιν Ἄρης ἐνὶ δεικήλοισιν ὡρονομῶν, πολλῇ μὲν ἐφημερίους κακότητι βλάψει, εἴ κεν ἀκμὴν χαλυβηίδα σώματος ἄγχι δέξωνται, καὶ δʼ ἄν κε καὶ αἵματος ἄσχετον ὁρμὴν τεύξειεν βλύζοντος ἄδην στυγερῇ ὑπʼ ἀκωκῇ. εἰ δὲ Κρόνῳ συνίῃσι φαεσφόρος ἀργέτα Μήνη, καί τε τομὴν ἐπάγῃσιν ἀνὴρ Παιῶνι μεμηλώς, δηρὸν μοχθήσειε, τέλος δʼ ἀναδέξεται αἰνόν, καί τε δυσαχθέα νοῦσον ἐπʼ ἀνέρι τῷδʼ ὀπάσειεν. εἰ δέ τʼ ἄνευ καμάτοιο καὶ αἰνοτλήτου ἀνίης βούλεαι ἐντύνασθαι ἀοσσητῆρα σίδηρον, Μήνην αὐγάζοιο σὺν αἰγιόχῳ Κρονίωνι ἠὲ Διωναίῃ, καί τʼ εἰ φάος ἐλλιπὲς εἴη λῆγον ἀπὸ διχομήνου ἐπʼ εἰκάδι καὶ δʼ ἔτι πρόσσω πλὴν συνόδου· λῷον γὰρ ἀκεσφορίην ἀνύσαιο, ἢν ἀλέῃ συνόδοισι μεμηλότα φάεα Μήνης. ὣς δʼ αὔτως συνιόντες ἀπʼ Ὠκεανοῖο ῥοάων Φωσφόρος ἢ Φαέθων τελέουσʼ εὐήρεα τμῆσιν. αὕτως δʼ, εἰ φλέβα κεῖραι ὑφʼ αἵματι πεπληθυῖαν ἱμείρεις, ταύτῃσιν ἐφημοσύναις πεπίθοιο.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
