# Περὶ καταρχῶν X. Περὶ γεωργίας..1

Maximus, Astrologus, Περὶ καταρχῶν, X. Περὶ γεωργίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/X.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B3%CE%B5%CF%89%CF%81%CE%B3%CE%AF%CE%B1%CF%82..1

Εἰ δὲ γεωπονίης σε φιλομβρότου ἵμερος αἱρεῖ, καί τʼ ἐπὶ χρυσείης γενεῆς ἐντύνεαι ἔργα γαῖαν ἐπὶ ζείδωρον ἄγων εὐκαμπὲς ἄροτρον, ἢ γύροις ἔνι κλῆμα Μεθυμναίου λελίησαι κατθέμεναι, καὶ λαρὸν ὀπώρης εἶδαρ ἑλέσθαι ἱμείρεις, σκαπάνῃ τε λαχαινέμεν ἄμβροτον αἶαν. αὐτίκα τοι καὶ πᾶσαν ἐτητυμίην καταλέξω, ὅππως ἂν πανδῖα Σεληναίη πεπίθοιτο, ὄμπνιά σοι Δήμητρος ἀερσινόοιό τε Βάκχου δῶρʼ ἀναπεμπέμεναι καὶ ἐπητανὸν ὄλβον ὀπάζειν. εἰ μὲν γὰρ στείχῃσιν ἐπʼ Ἀρνειοῖο θοοῖο, πάντα φέρει κλυτὰ ἔργα φυτευέμεν ἠδὲ βαλέσθαι σπέρματα καὶ σηκοὺς εὐερκέας ἀμφιπένεσθαι· καὶ δʼ ἂν ἀεργηλὸν χῶρον τότε καλὰ τάμοιο βουσί τε καὶ σμινύῃσιν, ἔοι δέ κε κάρπιμος ὦκα. ὣς δʼ αὕτως Ταύρῳ κεραῷ πονέεσθαι ἕκαστα, ὅσσα τε γειοπόνων ἐρικυδέα φαίνεται ἔργα. μὴ μὲν δὴ τῆμόσδ᾿ ἐθέλειν ἐρίβωλον ἄρουραν ἄρνυσθαι μισθῷ ἐπὶ λατρίῳ· οὐ γὰρ ἄμεινον, οὐδὲ φέροι κεν ὄνειαρ ἐπʼ ἀλλοτρίῳ μογέοντι. εἰ δὲ Θεραπναίοισιν ἐν ἄστρασι δινεύηται κούρων εὐεάνου Αἰτωλίδος, ἦ τʼ ἂν ἐμοῖσι μύθοισιν πεπίθοιο, καὶ ἀρξάμενος πονέεσθαι ἀμφὶ γεωπονίῃ τε φυτείῃ θʼ ἱμεροέσσῃ ζηλωτὸς πολλοῖς κε πέλοις ἐπὶ κέρδεϊ τῷδε. κήπους δʼ εὐθαλέας τεύξεις καὶ γῦρον ὀρύξεις, γαῖαν ἀεργηλήν τε προμηθείως ἀνύσαιο εὐεργόν, Μήνης ἐνὶ Καρκίνῳ αἰθροπολεύσης. εἰ φλογερῷ δὲ Λέοντι φάος πολυδερκὲς ἐφείη ἠερόφοιτος ἄνασσα, τότε σπόρον ὁπλίσσαιο κριθῶν ἢ πυρῶν, καί τʼ ἂν πολύχοια γένοιτο. ἄλλο δὲ μή τι βάλοιο κατʼ αὔλακος· οὐ γὰρ ἄμεινον. Ἀστραίη κούρη δὲ πέλει πρὸς ἅπαντα φερίστη σπέρματα, καὶ δὲ φυτοῖσιν ἐναίσιμος, ἔν τε βόθροισι βάλλειν ἔρνεα πάντα, τάτε δρυὸς ἄκρα λέγονται. οἴνας δʼ ἐξαλέασθαι, ἐπεὶ στυγέει περίαλλα καρίου κούρη ἑλίνους καὶ ἀδευκέας οἴνας, μνωομένη, ὅσα λυγρὰ Διωνύσοιο ἕκητι Ἀκταῖοι μήσαντο μέθῃ δεδμημένοι αἰνῇ Ἰκάριον, καί μιν στυφελαῖς κορύναις ἐδάιξαν σφαλλόμενοι δώροισι χοροιμανέος Βάκχοιο. ἀλλὰ σὺ Χηλάων ἐνὶ τείρεσιν αἰθροπολεῦσαν εἰσορόων κερόεσσαν ἐπιφραδέως πονέεσθαι ἀμφὶ γεωτομίῃ· σὺ δέ κʼ ἐν νειοῖσι βάλοιο σπέρματα θαρσαλέως, θεῖναί τʼ ἐνὶ κλήματα γύροις, πάντα τε δένδρεα καλά, τάτʼ εἴαρι τηλεθάοντα τέρχνεσιν ἀργεννοῖσι φίλην δείκνυσιν ὀπώρην. ἢν δὲ Σκορπιόεν δέμας αἴθριον ἐκπεράῃσιν αἴγλαις ἀργεννῇσι κλυτὴ πανδῖα Σελήνη, σπέρματα δάσσασθαι νειοῖς ἔνι· καὶ δέ κεν εἴη τῆμος ἐνιβληθέντα κατʼ αὐλακόεσσαν ἄρουραν ὄμπνια Δηοῦς δῶρα καὶ ἐμπλήσειεν ἀλωήν. καὶ δέ κʼ ἀεργηλὴν γαῖαν τῆμόσδε τάμοιο. εἰ δʼ ἄρα Τοξευτῆρι φάοι ταυρῶπις ἄνασσα, μὴ σύγε πυροῖσιν βαλέειν χθόνα βωτιάνειραν, μηδὲ θέμεν κρῖ λευκὸν ἐν αὔλακι, μηδέ τινʼ ἄλλα χέδροπα· πάντα γὰρ αἶψ᾿ ἁλιώσεται, οὐδέ τι ποίη βλωθρὴ ὑπερτείλασα πυκάσσεται οἴνοπα βῶλον. ἀλλὰ σύ μοι τῆμόσδε βάλοις περιμήκεα σηκὸν ἄρνασιν ἠδ᾿ ἐρίφοισι, βοῶν τʼ εὐερκέα μάνδρην πορσύναις, πονέοις δὲ καὶ ὠκυπόδεσσιν ἐφʼ ἵπποις, φορβήν τʼ ἐντύναιο νεογλαγέας περὶ πώλους. αὕτως δʼ Αἰγοκερῆα διαστείχουσα Σελήνη μήλοισιν σύμπασιν ἐναίσιμος ἠδὲ φερίστη, εἴ κεν ἄγοις ἑτέρην χώρην ἐριαχθέα ποίμνην ἠδʼ ἀγέλας, καὶ δʼ ἄν κε καὶ αἰπόλια πλατέʼ αἰγῶν ὦκα θέοι, νομὸν ἄλλον ἐπιστείβοντα πόδεσσιν. Ὑδροχόῳ δʼ ὁρόων εὐώπιδος ἀργέτιν αἴγλην Μήνης εὖ μὲν ἄροτρα καὶ αὔλακα πορσύνειας, εὖ δὲ καὶ ἐν γύροις ὑποδέξεαι ἔρνεα καλά, εὖ δʼ ἐν ἀεργηλοῖσιν ὕνιν πήξειας ἀρούραις. αὕτως δʼ εἰαρινοῖσιν ἐν Ἰχθύσιν ἐστὶ φερίστη γειοπόνοις Θειαντίς, ὅτʼ ὄμπνια ἔργα πένωνται Δηοῦς εὐωδῖνος ἐυστεφέος τʼ Ἰοβάκχου. σκέπτεσθαι δʼἐπέοικε καὶ ἀστέρας ἠνεκὲς ἄλλους. ἢν μὲν γὰρ Φαέθων τε καὶ ἁγνὴ Κυπρογένεια Μήνῃ συμφορέωντʼ ἠδ᾿ εὔπτερος Ἀργειφόντης, πάντα τάδʼ ἀλδήεντα καὶ αὔξιμα τοῖσδε πιφαύσκοις πολλήν τʼ εὐεστώ φερέμεν καὶ θέσφατον ὄλβον. εἰ δὲ Κρόνος κρυόεις Ἄρης τʼ ὀλοφώιος εἶεν ἀμφὶ Σεληναίῃ, μινύθουσʼ ἐρικυδέα ἔργα ἠδ’ ἅλιον φαίνουσι γεωπονίην μερόπεσσι. τοιγὰρ ὅρα δείκηλα κατʼ οὐρανὸν ἀγλαὰ πρῶτον, οἷς κούρη Θειαντὶς ἐναίσιμα ἔργα προφαίνει, αὖτις δʼ ἀστέρα καλὸν ἐρισθενέος Κρονίωνος ἢ Παφίης ἢ φαιδρὸν ἐύσκοπον Ἑρμάωνα· ξυνὴν γὰρ τούτοισι, διοιχνεύουσα κέλευθον ἀρχὴν καὶ τέλος ἐσθλὸν ἄγει μερόπων ἐπὶ ἔργοις.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
