# Περὶ καταρχῶν XI. Περὶ τῶν ἐν δεσμοῖς.

Maximus, Astrologus, Περὶ καταρχῶν, XI. Περὶ τῶν ἐν δεσμοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/XI.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%E1%BF%B6%CE%BD%20%E1%BC%90%CE%BD%20%CE%B4%CE%B5%CF%83%CE%BC%CE%BF%E1%BF%96%CF%82.

Εἰ δʼ ἄρα καὶ δεσμοῖσιν ἀεικέσιν ὀχμάζοιτο δειλὸς ἀνήρ, Κριῷ μὲν ἔχων ἐριώπιδα Μήνην δηναιὴν εὕροι κε λύσιν δυερῶν ὀδυνάων. ὣς δὲ καὶ ἐν θερινοῖσιν ὁρωμένη εἰδώλοισιν, ἢ Διδύμοις ἢ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ οὖσα, ἠὲ Νεμειήταο κατʼ ἀργαλέοιο Λέοντος, πουλὺν ἐπὶ χρόνον οἴσει ἀπείρατα δεσμὰ βροτοῖσιν. εἰ δέ κεν αἰθερίῳ ἐν Σκορπίῳ ἠδέ τʼ ἐλαφρῷ Τοξευτῇ, Ταύρῳ τε καὶ ἐν Ζυγῷ αἰγλήεντι, ἠδὲ καὶ Ἀστραίου σταχυηφόρῳ ἀμφὶ θυγατρὶ δινεύῃσι, ταχεῖαν ἄγει λύσιν ἡμερίοισιν, ἔκ τε πόνων ἀνέπαυσε καὶ ἅψεα κούφισεν ἀνδρός. μὴ μὲν ἁλιπλάγκτοισιν ἐν Ἰχθύσιν αὐγάζοιτο· ἦ γὰρ ἀναπλήσειεν ἀεικέλιον βροτὸς ἄλγος, καὶ δὲ μόλις δεσμοῖο δυσηχέος ἄσπετον ἄχθος ἐκπροφύγοι· πολλοὶ δὲ καὶ ἐς βιότοιο τελευτὴν εἰλλάδας ἀργαλέας γυίων ἐφόρησαν ὕπερθεν. ἢν δὲ σὺν ἀστέρι Μήνη ἐνηέι καλὰ φαείνῃ Ζηνὸς ἢ Ἑρμείο ἢ εὐεάνου Ἀφροδίτης, ἦ τʼ ἂν κουφότερός τε πόνος παῦρός τε γένοιτο. εἰ δὲ Κρόνῳ κρυερῷ ἢ Ἄρεϊ συμφορέηται, πολλάκις ἀργαλέοιο βίῃ δεσμοῖο πονηθεὶς μέσφα πότμου φρουρεῖται ἀεὶ ἀδάμαντι συναπτῷ.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
