Ancient Greek
XII. Περὶ κλοπῆς.
Maximus, Astrologus, Περὶ καταρχῶν XII. Περὶ κλοπῆς.
Not analysed yet
Εἰ δέ τι κλεμμάδιον μεγάρων κειμήλιον ἔρροι, ἢν μὲν ἐν Ἀρνειῷ κεραὴ τροχάῃσι Σελήνη, σώεται ἂ ἐς δῶμα καὶ ἐς χέρας εἶσιν ἄνακτος. Ταύρῳ δʼ ἐμβεβαυῖα παλίμφοιτος κερόεσσα πέμπει πρὸς σθεναρὸν κτῆμα βροτόν, οὐδέ κε ῥεῖα αὐτὸ κίχοις, οὐδʼ αὐτὸς ὀνήσεται ἠλίθιος φώρ, κέρδεος ἁρπαλέοιο δίκην ἰθεῖαν ὑποσχών· φράζεο δʼ ἐς δεκάτην τόδε μοι Ταύροιο κέλευθον. αἰ δʼ ἄλλαι καλαὶ καὶ ἀπήμονες ἀνέρι μοῖραι, οὐδέ τʼ ἀνιηρὴν ἐπάγουσ᾿ ἀλιτήμονι θωήν, ἢν μὴ Ἄρει ξυνοῖο δρόμου τετύχῃσι Σελήνη. εἰ δέ κε δεικήλοις Διδύμων περάῃσιν ἄνασσα, τέτμοις μέν, παῦρον δὲ νόῳ νοσφίζεο πῆμα. Καρκίνον αὖ ἐφέπουσα φαεσφόρος, εἰ μὲν ὄλοιτο ἄργυρος αἰγλήεις, ἀνάγει πάλιν ἐς τεὸν οἶκον, χρυσόν τʼ εὐλαμπῆ· κτῆσις δʼ ἁλιώσεται ἄλλη, ἥτις ἂν ἐκ μεγάρων συλήσιος οἰχνεύσειεν. εἰ δὲ Λέοντος ἔχῃσι μένος πολυωπέτις αἴγλη Μήνης ἠυκόμοιο, τότʼ οὐ μάλα θαρσαλέος τοι αὐδήσω παλίνορσον ἑλεῖν κτέαρ. εἰ δέ τε κούρην Ἀστραίην διίῃσι κερασφόρος ἀργέτα Μήνη, δηθύνει κλόπιον, χρόνιον δʼ ἀναφαίνεται αὖτις· δήεις τʼ, εἰ Χηλῇσιν ὁμοδρομέοι κερόεσσα, εὕροις τʼ, εἰ καὶ ἐπʼ ὀκταπόδῃ βεβαυῖα τύχῃσι Σκορπίῳ. ἢν δέ γε Τοξότεω δέμας αἰνὸν ἔχῃσιν, ὄλλυται, ἕρμαιον δὲ πέλει φώρεσσιν ἀνιγροῖς. Αἰγόκερω δʼ εἴ κεν κλυτὰ τείρεα παμφαίνῃσιν αἴγλῃσιν φιαρῇσι παλιστρέπτοιο Σελήνης, ἦ τʼ ἂν δηναιὴ πέλοι εὕρεσις. εἰ δέ κεν ἄστρον Ὑδροχόου διίῃσιν ἀγαυὴ Θειαντίνη, ἐν δοιῇ σῶσίς τοι ἀπολλυμένου κτεάνοιο. ὣς δὲ καὶ εἰαρινοῖσιν ἐν Ἰχθύσιν αἰθροπολεύσης εὐκεράου Μήνης, μόλις οἴσεαι, ὅττι κακὸς φὼρ ἐν παλάμαις κεν ἕλῃ· θαμέως δέ κεν ἀμφὶ κλοπείου εἰσαΐοις, τὰ δὲ πολλὰ πέλοντʼ ἀνεμώλιοι αὔτως μῦθοι ἐπαγγελίῃσι κεναῖς θέλγοντες ἀκουάς. εἰ δὲ Σεληναίη ξυνὴν τρίβον ἐγκονέῃσιν ἄστροις ἀργαλέοις, δήεις κτέαρ. ἢν δὲ φερίστοις, Ζηνὶ κελαινεφέι ******κλόπιον κτέαρ ὄλλυται αὔτως. ******οὔτι λίην· φώρεσσι δʼ ἐναίσιμα γίνεται ἐσθλὰ τείρεα Κυπρογένεια καὶ αἰγλήεις Διὸς ἀστὴρ ἠδὲ καὶ ὠκυδρόμοιο φερεπτέρου Ἑρμάωνος.