# Dialexeis 1-2

Maximus of Tyre, Dialexeis, Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1-2

Θαυμάζεις εἰ Σωκράτει συνῆν δαιμόνιον, φίλον, μαντικόν, ἀεὶ παρεπόμενον, καὶ μόνον οὐ τῇ γνώμῃ αὐτοῦ ἀνακεκραμένον; ἀνδρὶ καθαρῷ μὲν τὸ σῶμα, ἀγαθῷ δὲ τὴν ψυχήν, ἀκριβεῖ δὲ τὴν δίαιταν, δεινῷ δὲ φρονεῖν, μουσικῷ δὲ εἰπεῖν, εἰς δὲ τὸ θεῖον εὐσεψεῖ, ὁσίῳ δὲ τὰ ἀνθρώπινα. Τί δήποτε οὖν τοῦτο μὲν θαυμάζεις, γύναιον δὲ τὸ τυχὸν Δελφικὸν Πυθοῖ, ἢ Θέσπρωτον ἄνδρα ἐν Δωδώνῃ, ἢ Λίβυν ἐν Ἄμμωνος, ἢ Ἴωνα ἐν Κλάρῳ, ἢ Λύκιον ἐν Ξάνθῳ, ἢ Βοιωτὸν ἐν Ἰσμημίου, τούτους ἅπαντας οὐ θαυμάζεις τῷ δαιμονίῳ ὅσαι ἡμέραι συγγιγνομένους, καὶ οὐ τὰ σφίσιν μόνον πρακτέα ἢ μὴ γιγνώσκοντας, ἀλλὰ καὶ τοῖς ἄλλοις χρησμῳδοῦντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ; ἢ διότι ἡ μὲν πρόμαντις καθίζουσα ἐπὶ τρίποδος, ἐμπιμπλαμένη δαιμονίου πνεύματος, χρησμῳδεῖ· ὁ δὲ ἐν Ἰωνίᾳ ὑποφήτης, ὕδωρ ἐκ πηγῶν ἀρυσάμενος καὶ πιών, μαντικῶς ἔχει· οἱ δὲ χαμεῦναι, καὶ ἀνιπτόποδεςʼ, ἐν Δωδώνῃ θεραπεύοντες δρῦν, παῤ ἐκείνης, ὡς ὁ Θεσπρω τῶν λόγος, μαθόντες χρησμῳδοῦσιν;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
