# Dialexeis 1-3

Maximus of Tyre, Dialexeis, ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1-3

Περὶ μὲν δαιμόνων σκοπῶν ἀμφισβητεῖν λόγον λόγῳ φέρω, καὶ ἀνέχομαι τὴν στάσιν, καὶ οὐδὲν δεινὸν οὐδὲ πλημμελὲς οὐδὲ ἔξω τρόπου ἡγοῦμαι δρᾶν τὸν ἀμφισβητοῦντα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλλον, εἰ ἐστὶν τὸ δαιμόνιον, καὶ τί, καὶ ὁπόσον· καὶ γὰρ ἦν ἐνταῦθα τὸ μὲν ὄνομα δῆλον, ἡ δὲ οὐσία ἀφανής, ἡ δὲ δύναμις ἀμφισβητήσιμον. Νῦν δὲ δὴ τίς γένωμαι, περὶ θεοῦ λέγων; ποῖον κάλλος ῥημάτων περιβαλλόμενος, ἢ ποῖον φῶς ἐξ ὀνομάτων σαφεστάτων πορισάμενος, ἢ τίνα ἁρμονίαν ᾠδῆς ἐκλόγου ἁρμοσάμενος, δείξαιμι ἂν ἐμαυτῷ καὶ ἄλλῳ τὸ νῦν ζητούμενον; Ὁπότε γὰρ οὐδὲ ὁ εὐφωνότατος τῶν ὄντων Πλάτων, εἰ καὶ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις, οὔπω καὶ νῦν ἀξιόχρεως πιστεύεσθαι περὶ θεοῦ λέγων, ἀλλʼ ἑτέρωθέν τι πυθέσθαι ποθεῖς τὴν Πλάτωνος δόξαν, σχολῇ γʼ ἄν τις ἐπιτολμήσαι τῷ λόγῳ, νοῦν καὶ βραχὺν ἔχων· πλὴν εἰ μὴ καὶ ἀνδρὶ διψῶντι ποταμοῦ παρόντος || καθαροῦ καὶ πολλοῦ, ἰδεῖν ἡδίστου, καὶ πιεῖν προσηνεστάτου, | καὶ θρέψαι γονιμωτάτου, ἄλλοθέν ποθεν ἐκ πηγῆς ἀσθενοῦς καὶ ἧττον τὰ αὐτὰ ἀγαθῆς ἀρυσάμενοι κομίζοιμεν τῷ διψῶντι ἀναγκαῖον ποτόν. Ὁποῖον φασὶ τὴν γλαῦκα πάσχειν, πρὸς μὲν τὸν ἥλιον ἀμαυρουμένην, θηρεύουσαν δὲ ἐν νυκτὶ ἔκπυρον φῶς· εἰ γάρ τις ἐς τὰς Πλάτωνος φωνὰς ἐμπεσὼν ἑτέρων δεῖται λόγων, καὶ εἴ τω ἐκεῖθεν φῶς ἀμαυρὸν δοκεῖ καὶ ἥκιστα μετέχον αὐγῆς σαφοῦς, οὗτος οὐδʼ ἂν τὸν ἥλιον ἴδοι ἀνίσχοντα, οὐδὲ τὴν σελήνην λαμπρυνομένην, οὐδὲ τὸν Ἕσπερον καταδυόμενον, οὐδὲ τὸν Ἑωσφόρον φθάνοντα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
