# Dialexeis 1-7

Maximus of Tyre, Dialexeis, ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1-7

Κορινθίῳ ἀνδρί, ὄνομα Αἰσχύλῳ, παῖς ἦν Ἀκταίων, μειράκιον Δωρικόν, ὥρᾳ διαφέρον. Ἐρᾷ Ἀκταίωνος νεανίας Κορίνθιος, γένους τῶν Βακχιάδων· Βακχιάδαι δὲ Κορίνθου ἐδυνάστευον. Ὡς δὲ ἐσωφρόνει τὸ μειράκιον καὶ ὑπερεφρόνει ὑβριστοῦ ἐραστοῦ, ἐκώμασεν εἰς Ἀκταίωνος ὁ ἐραστὴς ὁμοῦ τοῖς Βακχιάδαις νεανίσκοις· οἳ θαρσοῦντες μέθῃ καὶ τυραννίδι καὶ ἔρωτι, εἰσπεσόντες εἰς τὸ δωμάτιον, οἱ μὲν ἐπειρῶντο ἀπάγειν, οἱ δὲ οἰκεῖοι κατέχειν· σπώμενον τὸ μειράκιον ὑπʼ ἀμφοῖν, βίᾳ διαφθείρεται ἐν χερσὶν αὐτῶν. Καὶ εἰκάσθη τὸ ἐν Κορίνθῳ τοῦτο πάθος τῷ Βοιωτίῳ διὰ τὴν ὁμωνυμίαν τῶν μειρακίων, ἀπολομένου ἑκατέρου, τοῦ μὲν ὑπὸ κυνῶν ἐν θήρᾳ, τοῦ δὲ ὑπὸ ἐραστῶν ἐν μθῃ. Περιάνδρῳ τῷ Ἀμβρακιώτῃ τυράννῳ παιδικὰ ἧν μειράκιον πολιτικόν· ἄτε δὲ οὐ σὺν δίκῃ τὴν ὁμιλίαν συστησαμένῳ ὕβρις ἦν τὸ χρῆμα, οὐκ ἔρως· θαρσῶν δὲ ὁ Περίανδρος τῇ ἐξουσίᾳ παροινεῖ εἰς τὸ μειράκιον. Ἡ δὲ παροινία αὕτη Περίανδρον μὲν ἔπαυσεν ὑβρίζοντα, τὸ δὲ μειράκιον ἐποίησεν ἐξ ἐρωμένου τυραννοκτόνον. Αὕτη δίκη ἀδίκων ἐρώτων.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
