# Dialexeis 1.Subsection a-13

Maximus of Tyre, Dialexeis, κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1.Subsection%20a-13

Βούλομαι καθʼ Ὅμηρον αὐτὸν παρακαλέσαι ἐπὶ τὸν λόγον, τίνα μέντοι θεῶν, ἢ τὴν αὐτὴν ἐκείνῳ, τὴν Καλλιόπην; ἄνδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πλάγχθη· πολλὰ οὐ γῆν ἄξενον ἐπιπορευόμενος, οὐδὲ θάλατταν χαλεπὴν περαιούμενος, οὐδὲ ἀνθρώποις ἀγρίοις συμφερόμενος· ἀλλὰ ταῦτα μὲν αὐτῷ οἱ μῦθοι ἔχουσιν· αὐτὸς δὲ τῇ ψυχῇ, κούφῳ χρήματι καὶ πολυπλανεστέρῳ τῶν σωμάτων, πανταχοῦ περιεφέρετο, πάντα ἐπεσκόπει, ὅσα οὐρανοῦ κινήματα, ὅσα γῆς παθήματα, θεῶν βουλάς, ἀνθρώπων φύσεις, ἡλίου φῶς, ἄστρων χορόν, γενέσεις ζῴων, ἀναχύσεις θαλάττης, ποταμῶν ἐκβολάς, ἀέρων μεταβολάς, τὰ πολιτικά, τὰ οἰκονομικά, τὰ πολεμικά, τὰ εἰρηνικά, τὰ γαμήλια, τὰ γεωργικά, τὰ ἱππικά, τὰ ναυτικά, τέχνας παντοίας, φωνὰς ποικίλας, εἴδη παντοδαπά, ὀλοφυρομένους, ἡδομένους, πενθοῦντας, γελῶντας, πολεμοῦντας, ὀργιζομένους, εὐωχουμένους, πλέοντας· ὥστε ἔγωγε εἰς τὰς Ὁμήροῦ φωνὰς ἐμπεσὼν οὐκ ἔχω παῤ ἐμαυτοῦ τὸν ἄνδρα ἐπαινέσαι, ἀλλὰ κἀνταῦθα δεήσομαι αὐτοῦ ἐπιδοῦναί μοι τῶν ἐπῶν, ἵνα | μὴ διαφθείρω τὸν ἔπαινον ψιλῷ λόγῳ·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
