# Dialexeis 1.Subsection b-2-Subsection d

Maximus of Tyre, Dialexeis, 1.Subsection b to 1.Subsection d. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1.Subsection%20b-2

Σωκράτη δὲ τὸν μηδὲ τῷ Ἀπόλλωνι παρασχόντα ἀμαθίας αἰτίαν, τῷ τὰς ψάμμους εἰδότι καὶ κα|ταμαντευσαμένῳ τῆς θαλάττης, οὔπω καὶ νῦν πεπαῦσθαι συκοφαντούμενον καὶ εὐθυνόμενον, ἀλλὰ πικροτέρους αὐτῷ εἶναι τοὺς ἐπιγιγνομένους αἰεὶ καὶ τοὺς συκοφάντας Ἀνύτου καὶ Μελήτου, καὶ τοὺς δικαστὰς Ἀθηναίων τῶν τότε· καὶ εἰ μὲν γραφεὺς ἦν ἢ δημιουργὸς ἀγαλμάτων, οἷον Ζεῦξις ἢ Πολύκλειτος ἢ Φειδίας, παρέπεμπεν ἂν τὰ ἔργα αὐτῶν μετʼ εὐφημίας ἡ τῆς τέχνης δόξα· ὁρῶντες γοῦν ἐκεῖνα οἱ ἄνθρωποι, μὴ ὅτι αἰτιᾶσθαι, ἀλλʼ οὐδὲ ἐξετάζειν τολμῶσιν, ἀλλʼ εἰσὶν αὐτεπάγγελτοι ἐπαινέται θεαμάτων ἐνδόξων· εἰ δέ τις μὴ κατὰ γραφέας, μηδὲ κατʼ ἀγαλμάτων δημιουργοὺς ἀγαθὸς ἦν τὴν χειρῶν τέχνην, ἀλλὰ τὸν αὑτοῦ βίον συμμέτρως, καὶ πρὸς τὸ ἀκριβέστατον, λόγῳ καὶ πόνῳ καὶ ἐθισμῷ καὶ εὐτελείᾳ καὶ καρτερίᾳ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς ἡρμόσατο· τοῦτον μὴ τυγχάνειν βεβαίας δόξης, μηδὲ ἐπαίνων ὡμολογημένων, μηδὲ ὁμοφώνων δικαστῶν, ἀλλὰ ἄλλον ἄλλό τι διατελεῖν ὑπὲρ αὐτοῦ λέγοντας; ||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
