# Dialexeis 1.Subsection c-9

Maximus of Tyre, Dialexeis, Μ΄ XL (Duebn XL vulg. 24), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1.Subsection%20c-9

Ὧδὲ τοίνυν ὁ Γλαῦκος λέγει· Ἑἰ μέν τι, ὦ Ὅμηρε, ἢ ἔλαττον ἦν ἀγαθὸν ἀγαθοῦ, ἢ ἔλαττον μείζονος, εἰκότως ἄρα σοι εἶχεν αἰτίαν ὁ Ζεύς, ὡς τὰς φρένας μοι λυμαινόμενος· ἐν δὲ χρυσοῦ καὶ χαλκοῦ ἀλλαγῇ μήπω πάνυ αἰτιάσῃ μήτε τὸν Δία, μήτε ἐμέ· οὐδὲν γὰρ οὔτε τῷ λαβόντι χρυσὸς πλέον, οὔτε τῷ ἀλλαξαμένῳ ὁ χαλκὸς ἔλαττον· ἀλλὰ ἀμφοτέροις καλῶς ἔχει ἑκάτερα, ἐν τῷ ἀνίσῳ τῆς ὕλης ἰσοστασίῳ τῇ γνώμῃ δοθέντα.ʼ Καὶ ὁ μὲν Γλαῦκος ἡμῖν ἀπίτω ἐκποδών·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
