# Dialexeis 1.Subsection d-2

Maximus of Tyre, Dialexeis, ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1.Subsection%20d-2

ἀνδρὶ δὲ ὅτῳ χορὸς μὲν καὶ ᾠδὴ καὶ ἡ ἐκ μελῶν ἡδονὴ χώραν ἔχει ὅσην περ καὶ τοῖς παισὶν τὰ ἀθύρματα, μέλει δὲ αὐτῷ μέτρου ψυχῆς καὶ ῥυθμοῦ καὶ μέλους καὶ σχήματος | τοῦ περὶ τὰς πράξεις καὶ τὸν ἄλλον βίον, οὐδʼ ἂν τὴν ἀρχὴν εἰς νοῦν ἔλθοι τουτὶ τὸ ἀπόρημα πότερον δίκα τεῖχος ὕψιον ἢ μή· ἀλλʼ οὑτωσὶ φαίην ἂν μεταλαβὼν τὸ ᾆσμα τὸ σόν, ὅτι καὶ δίκα τεῖχος ὕψιον, καὶ σκολιαῖς ἀπάταις ἀναβαίνειν ἐπιχθόνιον γένος ἀνθρώπων, ἀλλʼ ἀπρόσβατόν τι χρῆμα τῇ ἀπάτῃ ἡ δίκη, ὥσπερ τοῖς Ἀλωΐδαις ὁ οὐρανός· καὶ ὤνησεν αὐτοὺς οὐδὲν ἡ Ὄσσα ἐπιτεθεῖσα τῷ Ὀλύμπῳ, καὶ ὁ Ὄλυμπος τῷ Πηλίῳ, ἀλλὰ ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον ἀπέχει ἀπάτη δίκης.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
