# Dialexeis 1.Subsection d-7-Subsection m

Maximus of Tyre, Dialexeis, 1.Subsection d to 1.Subsection m. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/1.Subsection%20d-7

Μέχρι μὲν γὰρ τῆς χρείας τῆς ἐν ποσὶν ἔχει λογισμοὺς ἡ ἀντίδοσις, καὶ τὸ πλέον πρὸς τοὔλαττον τῷ ἀντι |στασίῳ ἐν τοῖς ἀνομοίοις κατὰ τὴν τιμὴν ἐξετάζεται. Κἂν ἐγκεκαλυμμένος γοῦν τις γνοίη, ὅτι τὸ τάλαντον τῶν δέκα μνῶν πολλαπλάσιον, καὶ ἡ δραχμὴ τοῦ ὀβολοῦ τιμαλφεστέρα· καὶ ἐν κτήσει γῆς καὶ κατὰ τὸν Ἡρόδοτον (ΙΙ 6) οἱ μὲν γεωργοὶ ὀργύιαις διαμετροῦνται τὴν γῆν, οἱ δὲ τούτοις ἀμφιλαφέστεροι σταδίοις, οἱ δὲ τούτων πολὺ γεωργικώτεροι σχοινίοις, καθάπερ οἱ Αἰγύπτιοι· καὶ ἐν κτήσει θρεμμάτων πολυκτεανώτερος τοῦ Πολυφήμου ἦν ὁ Δάρδανος, τοῦ τρισχίλιοι ἵπποι ἔλος καταβουκολέοντο. Ἀλλʼ ἐπειδάν τις τὰς χρείας παρωσάμενος ἀντεξετάζῃ αὐταῖς τὰ ἀγαθά, εὕροι ἄν, οἶμαι, ταύτας μὲν καιρῷ, καὶ νόμῳ, καὶ ἡδοναῖς, καὶ ἔθεσιν, καὶ τύχαις, ἄνω καὶ κάτω εἰς τιμὴν καὶ ἀτιμίαν μεταβαλλομένας τὸ δὲ ἀγαθὸν ἑδραῖον, βέβαιον, ἀκλινές, ἰσόρροπον, κοινόν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, μήτε αὔξησιν χωροῦν, μήτε ἐνδείας ἀνεχόμενον· τό, τε γὰρ αὐξόμενον προσθήκῃ αὔξεται· ἀλλʼ εἰ μὲν ἀγαθὸν ἀγαθῷ προσελήλυθεν, οὐδὲν μᾶλλον ἢ προσθήκῃ νόει ἀγαθὸν τὸ ἀγαθόν, ἦν γὰρ ἀγαθὸν καὶ πρότερον· εἰ δὲ οὐκ ἀγαθὸν ἦν τὸ προσελθὸν εἰς αὔξησιν, δεινὸν λέγεις, εἰ ἔσταί τι ἀγαθὸν μεῖζον προσθήκῃ κακοῦ· τό, τε ἐνδεὲς ἐλλείψει ἐνδεές· ἀλλʼ εἰ μὲν τοῦ ἀγαθοῦ ἀπουσίᾳ ἐνδεῖ τὸ ἀγαθόν, οὐκ ἦν ἀγαθόν, ὁπότε ἐνέδει· εἰ δὲ ἑτέρῳ ἐνδεῖ, καὶ μὴ τῷ ἀγαθῷ, οὐ λυπεῖ τὸ ἀγαθὸν ἡ ἔλλειψις.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
