# Dialexeis 2-13

Maximus of Tyre, Dialexeis, κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2-13

Τῆς δὲ ἐπιστήμης ταύτης τὸ κεφάλαιον, τέως μὲν παντοδαποῖς περιβεβλημένον σχήμασιν, μετεχειρίζετο τὰς τῶν ἐντυγχανόντων ψυχὰς διδασκαλίοις ἀλύποις, τῶν μὲν τελετὰς καὶ ὀργιασμούς τινας ἐπιφημισάντων τοῖς αὑτῶν λόγοις, τῶν δὲ μύθους, τῶν δὲ μουσικήν, τῶν δὲ καὶ μαντικήν. Καὶ κοινὸν μὲν ἦν ἅποσιν τὸ ὠφελοῦν, ἴδιον δὲ τὸ σχῆμα τοῦ λόγου. Χρόνῳ δὲ ὕστερον ὑπὸ σοφίας οἱ ἄνθρωποι νεανιευόμενοι, ἀποκαλύψαντες ταυτὶ τὰ τοῦ λόγου προκαλύμματα, ἀπέφηναν φιλοσοφίαν γυμνὴν καὶ ἐξωνειδισμένην καὶ πάγκοινον καὶ πρόχειρον εἰς συνουσίαν παντί τῷ, ὄνομα μόνον ἔργου καλοῦ πλανώμενον ἐν δυστήνοις σοφίσμασιν. Τοιγαροῦν τὰ μὲν Ὁμήρου καὶ Ἡσιόδου ἕπη, καὶ πᾶσα ἡ παλαιὰ μοῦσα ἐκείνη καὶ ἔνθεος, μύθου χώραν ἔχει, καὶ ἀγαπᾶται αὐτῶν ἡ ἱστορία μόνον, καὶ τὸ προσηνὲς τῶν ἐπῶν, καὶ τὸ εὐανθὲς τῆς ἁρμονίας, ὡς αὐλήματα, ὡς κιθαρίσματα· παρορᾶται δὲ τὸ ἐν αὐτοῖς καλόν, καὶ ἀποχειροτονεῖται τῆς ἀρετῆς. Καὶ Ὅμηρος μὲν ἀποκηρύττεται φιλοσοφίας, ὁ ἡγεμὼν τοῦ γένους. Ἀφʼ οὗ δὲ τὰ ἐκ Θρᾴκης καὶ Κιλικίας σο|φίσματα εἰς τὴν Ἑλλάδα παρέδυ, καὶ ἡ Ἐπικούρου ἄτομος, καὶ τὸ Ἡρακλείτου πῦρ, καὶ τὸ Θαλοῦ ὕδωρ, καὶ τὸ Ἀναξιμένους πνεῦμα, καὶ τὸ Ἐμπεδοκλέους νεῖκος, καὶ ὁ Διογένους πίθος, καὶ τὰ πολλὰ τῶν φιλοσόφων στρατόπεδα ἀντιτεταγμένα ἀλλήλοις καὶ ἀντιπαιωνίζοντα, λόγων μὲν πάντα μεστὰ καὶ ψιθυρισμάτων, σοφιστῶν σοφισταῖς συμπιπτόντων, ἔργου δὲ ἐρημία δεινή· καὶ τὸ θρυλούμενον τοῦτο τὸ ἀγαθόν, ὑπὲρ οὗ διέστηκεν καὶ διεστασίασται τὸ Ἐλληνικόν, οὐδεὶς ὁρᾷ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
