# Dialexeis 2-14

Maximus of Tyre, Dialexeis, ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2-14

Καλῶς· ἔχε ἀτρέμας· οὐ γὰρ | ἀτόπως ὑφηγῇ οὐδὲ ἀτεχνῶς, μὰ Δία. Ἐγὼ δέ σου τὴν μὲν τέχνην ἐπαινῶ, τὸ δὲ κεφάλαιον αὐτῆς φέρε ἴδω τί καὶ λέγεις. Κεραμεύς, φής, κεραμεύειν μανθάνει τέχνῃ, καὶ σκυτοτόμος σκυτοτομεῖν, καὶ τεκταίνειν τέκτων. Ἐμὼ δʼ εἴ σοι ταυτὶ μὲν δίδωμι, μανθάνειν ἕκαστον τῶν δημιουργῶν, ἃ μανθάνει δρᾶν, κᾂν τέχνῃ· τῆς δὲ τέχνης ἑκάστης οὐκ εἶναι τέλος τὸ μαθεῖν τὴν τέχνην παῤ ἄλλου ἄλλον. Τὴν μὲν γὰρ διαδοχὴν τοῦ εἰδέναι μαθήσει ποιεῖ· ἡ δὲ χρεία τῶν τεχνῶν, οὐχ ὑπὸ τέχνης γενέσθαι τέχνην, ἀλλ᾿ ὑπὸ μὲν κεραμέως ἀμφορέα, ὑπὸ δὲ αὐλητοῦ αὔλημα, ὑπὸ δὲ στρατηγοῦ νίκην, τούτων δὲ ἕκαστον ἄλλό τι παρὰ τὴν τέχνην, τέχνης τέλος, καὶ οὐ τέχνη οὐ γὰρ ὅ, τι μὴ τέχνη, καὶ ἀτεχνία εὐθύς. Ἀτεχνία μὲν γὰρ ἀφαίρεσις τέχνης, ἔνθα δεῖ τέχνης· οὐ τέχνη δέ, τὸ ὑπὸ τέχνης μὲν γεγονός, ἕτερον δὲ ὂν παρὰ τὴν τέχνην.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
