# Dialexeis 2-15

Maximus of Tyre, Dialexeis, 〈ΛΑ΄〉 XXXI (Duebn. lI vulg. 32 B 30 β΄), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2-15

Ἐπεὶ τοίνυν τὸ μὲν ἀγαθὸν οὐχ ἡδὺ πάντως, βέβαιον δὲ πάντως, τὸ δὲ ἡδὺ οὐ πάντως ἀγαθόν, ἀβέβαιον δὲ πάντως, λείπεται δυοῖν θάτερον, ἢ τὴν ἡδονὴν διώκοντας ἀμελεῖν τἀγαθοῦ, ἢ τὸ ἀγαθὸν αἱρουμένους μὴ διώκειν ἡδονήν. Οὐθὲν δὲ οἶμαι διωκτὸν ὅ, τι μὴ ἀγαθόν· ἀλλʼ ἀγαθοῦ φαντασίᾳ, τὸ μὴ ἀγαθὸν διώκεται ἐν χώρᾳ ἀγαθοῦ· καθάπερ ὑπὸ τῶν χρηματιστῶν τὰ κίβδηλα τῶν νομισμάτων, οὐ διότι κίβδηλα, αἱρετὰ ὄντα, ἀλλὰ τῇ πρὸς τὸ ἀληθὲς ὁμοιότητι τὴν τοῦ κιβδήλου φύσιν ἐπικρυπτόμενα. Ἀλλʼ ἐνταῦθα μὲν οἱ ἀργυρογνώμονες τῇ τέχνῃ διεκρίναντο τἀληθοῦς τὸ μὴ δόκιμον· ἐν δὲ τῇ τῶν ἀγαθῶν νομῇ διακρίνει ὁ λόγος ἀπὸ τῶν ὄντων ἀγαθῶν τὰ φαινόμενα μέν, οὐκ ὄντα δέ ἀλλὰ λησόμεθα, ὥσπερ οἱ μοχθηροὶ χρηματισταί, θησαυροὺς ταμιευόμενοι κιβδήλων ἀγαθῶν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
