# Dialexeis 2-7

Maximus of Tyre, Dialexeis, ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2-7

Ἔχε ἀτρέμας· νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου· αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων· οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν χρυσὸν ἐν πυρί. Εἰκάζω δὴ τὴν μὲν πρώτην ὁμιλίαν τῶν Πλάτωνος λόγων μετάλλῳ τινὶ ἀτεχνῶς χρυσοῦ· τὸ δὲ ἐπὶ τούτῳ ἑτέρας δεῖται τέχνης, ἣ τὸ ληφθὲν δοκιμάζουσα, καὶ ἐκκαθαίρουσα λόγῳ, οὐ πυρί, χρῆσθαι ἤδη δύναται ἀκηράτῳ καὶ βεβασανισμένῳ τῷ χρυσῷ. Εἰ τοίνυν δήλη μὲν ἡ μεταλλεία τοῦ ἀληθοῦς καὶ μεγαλόδωρος καὶ ἄφθονος, δεῖ δὲ ἡμῖν τέχνης ἑτέρας πρὸς βάσανον τοῦ ληφθέντος· φέρε παρακαλῶμεν τὴν τέχνην ταύτην ξυνεπιλαβέσθαι ἡμῖν τοῦ παρόντος λόγου, τί ποτέ ἐστι τὸ θεῖον κατὰ Πλάτωνα σκοπουμένοις.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
