# Dialexeis 2-9

Maximus of Tyre, Dialexeis, ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2-9

Βούλει σοι λέγω καὶ τοῦ ἑτέρου |τρόπου τῶν ἐρώτῶν τοῦ δικαίου μίαν γέ τινα ἢ δευτέραν εἰκόνα; Μειρακίῳ Ἀττικῷ δύο ἦσαν ἐρασταί, ἰδιώτης καὶ τύραννος· ὁ μὲν δίκαιος ἦν διὰ ἰσοτιμίαν, ὁ δὲ ἄδικος διʼ ἐξουσίαν· ἀλλὰ τό γε μειράκιον ὄντως ἦν καλὸν καὶ ἐρᾶσθαι ἄξιον, ὥστε ὑπεριδὸν τοῦ τυράννου τὸν ἰδιώτην ἠσπάζετο· ὁ δὲ ὑπʼ ὀργῆς ἄλλά τε ἀμφοτέρους προὐπηλάκισεν, καὶ ἀδελφὴν Ἀρμοδίου Παναθηναίοις ἤκουσαν ἐπὶ τὴν πομπὴν κανηφοροῦσαν ἐξήλασεν ἐπʼ ἀτιμίᾳ. Διδόασιν δίκην ἐκ τούτου Πεισιστρατίδαι, καὶ ἦρξεν ἐλευθερίας Ἀθηναίοις ὕβρις τυράννου, καὶ μειρακίου θάρσος, καὶ ἔρως δίκαιος, καὶ ἐραστοῦ ἀρετή. Ἐλευθεροῖ τὰς Θήβας Ἐπαμεινώνδας ἀπὸ Λακεδαιμονιῶν στρατηγήματι ἐρωτικῷ· μειρακίων πολλῶν καλῶν ἐρασταὶ ἦσαν Θήβησιν πολλοὶ νεανίαι· ὅπλα δοὺς Ἐπαμεινώνδας τοῖς ἐρασταῖς καὶ τοῖς ἐρωμένοις συνἑταξεν λόχον ἱερὸν τοῦ ἔρωτος, δεινὸν καὶ ἄμαχον, καὶ συνασπίζοντα ἀκριβῶς, καὶ ἄρρηκτον· οἷον οὔτε ὁ Νέστωρ περὶ τὸ Ἴλιον συνεστήσατο, ὁ δεινότατος τῶν στρατηγῶν, οὔτε Ἡρακλεῖδαι περὶ Πελοπόννησον, οὔτε Πελοποννήσιοι περὶ τὴν Ἀττικήν Ἔδει γὰρ ἕκαστον τῶν ἐραστῶν ἀριστεύειν, καὶ διὰ φιλοτιμίαν ἐν ὄψει τῶν παιδικῶν μαχόμενον, καὶ διʼ ἀνάγκην ὑπερμαχοῦντα τῶν φιλτάτων· ἦν δὲ καὶ τὰ μειράκια ἐφάμιλλα ταῖς ἀρεταῖς τοῖς ἐρασταῖς, ὥσπερ ἐν θήρᾳ σκύλακες συμπαραθέοντες τοῖς πρεσβυτέροις τῶν κυνῶν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
