# Dialexeis 2.Subsection a-14-Subsection e

Maximus of Tyre, Dialexeis, 2.Subsection a to 2.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20a-14

ἀγνοεῖς, ὅτι ἀνθρώπων δόξαι καὶ παθήματα, καὶ αἱ τούτων αἰτίαι καὶ γενέσεις, καὶ ἐπανορθώσεις, καὶ σωτηρίαι, ὑπὲρ ὧν οἱ φιλόσοφοι ὁσημέραι πραγματεύονται καὶ λέγουσιν, χρῆμα οὐ στενόν, οὐδὲ ἁπλοῦν, οὐδὲ ἐοικὸς τοῖς εὐθυπόροις τῶν ποταμῶν, οἷς ἔστιν παραδόντα | τὴν ναῦν ἀφεῖναι τῷ ῥεύματι κατάγειν αὐτὴν ὡμολογημένας ὁδούς; Ἀλλʼ ἔστιν γὰρ κἀνταῦθα πέλαγος πλατὺ καὶ μέγα, παντὸς Σικελικοῦ καὶ Αἰγυπτίου πολυπλανέστερον· ἡ δὲ τέχνη οἶδεν τὴν ὁδόν, καὶ πρὸς τὸν οὐρανὸν ἀφορᾷ, καὶ τοὺς λιμένας γνωρίζει. Πέπονθεν δὲ αὐτὸ ἐκεῖνο, ὅπερ καὶ τῶν κυβερνητῶν οἱ πολλοί· ἐφίεται μὲν γὰρ ἕκαστος τοῦ εἰδέναι, ἀπολείπονται δὲ οἱ πολλοὶ τοῦ ὀρθῶς εἰδέναι· καὶ τῶν μὲν λιμένων ἀστοχοῦσιν, ἐκφέρονται δʼ οἱ μὲν ἐπὶ ῥαχίας δυσχερεῖς, οἱ δὲ ἐπʼ ἠϊόνας μαλθακάς, οἱ δὲ ἐπὶ τὰς Σειρῆνας, οἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους καὶ ἄλλους ἄνδρας ἢ διὰ μοχθηρίαν ἀξένους, ἢ διʼ ἀμαθίαν ἀθέους, ἢ ὑφʼ ἡδονῆς διεφθαρμένους· εἰ δέ που τίς ἐστιν ἀγαθὸς καὶ εὔστοχος κυβερνήτης, εὐθύ τῶν λιμένων χωρεῖ τῶν ἀσφαλεστάτων, ἐνθʼ οὐ χρεὼ πείσματός ἐστιν, οὔτʼ εὐνὰς βαλέειν, οὔτε πρυμνήσιʼ ἀνάψαι.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
