# Dialexeis 2.Subsection a-2-Subsection c

Maximus of Tyre, Dialexeis, 2.Subsection a to 2.Subsection c. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20a-2

Ψυχὴ καὶ σῶμα ὁ ἄνθρωπος, τὸ μὲν αὐτοῦ ἄρχον, τὸ δὲ ἀρχόμενον, ὡς ἐν πόλει ἄρχων καὶ ἀρχόμενος· καὶ ἐστὶν καὶ ὁ ἄρχων πόλεως μέρος, καὶ οἱ ἀρχόμενοι παραπλησίως· πότερον δὴ τῶν μερῶν τούτων πράττον κακῶς λυμαίνεται τῇ πόλει; Νοσείτω δῆμος ἐν δημοκρατίᾳ. ἀλλὰ Περικλῆς ὑγιαίνων, ἄρχων ἀγαθός, ἐπανορθοῖ τὴν τοῦ δήμου νόσον· νοσείτω Συρακοσίοις Διονύσιος τυραννικὴν νόσον, ἀλλʼ ὁ δῆμος ὑγιαίνων ἐξασθενεῖ πρὸς τὴν σωτηρίαν. Βούλει δὴ τὸ μὲν σῶμα εἶναι σοι οἷον δῆμον, τὴν δὲ ψυχὴν ὥσπερ δυνάστην; θέασαι τοίνυν, καὶ παράβαλε τὴν εἰκόνα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
