# Dialexeis 2.Subsection a-4-Subsection e

Maximus of Tyre, Dialexeis, 2.Subsection a to 2.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20a-4

Πυθαγόρας δὲ ὁ Σάμιος πρῶτος ἐν τοῖς Ἕλλησιν ἐτόλμησεν εἰπεῖν, ὅτι αὐτῷ τὸ μὲν σῶμα τεθνήξεται, ἡ δὲ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθανὴς καὶ ἀγήρως· καὶ γὰρ εἶναι αὐτήν, πρὶν ἥκειν δεῦρο. Ἐπίστευον δὲ αὐτῷ οἱ ἄνθρωποι ταῦτα λέγοντι, καὶ ὅτι ἤδη πρότερον γένοιτο ἐν γῇ ἐν ἄλλῳ σώματι, Εὔφορβος δὲ εἶναι ὁ Τρὼς τότε. Ἐπίστευον δὲ ὧδε· ἀφίκετο εἰς Ἀθηνᾶς νεών, οὗ πολλὰ ἦν καὶ παντοδαπὰ ἀναθήματα, ἐν δὲ τοῖς καὶ ἀσπίς, τὸ μὲν σχῆμα Φρυγία, ὑπὸ δὲ χρόνου ἐξίτηλος· εἶπεν οὖν ὅτι ‘Γνωρίζω τὴν ἀσπίδα, ἀφείλετο δέ με ὅσπερ καὶ ἀπέκτεινεν τότε ἐν Ἰλίῳ ἐν τῇ μάχῃʼ. Θαυμάσαντες οἱ ἐπιχώριοι τὸν λόγον, καθεῖλον τὸ ἀνάθημα, καὶ ἦν ἐπίγραμμα Παλλάδι Ἀθηνᾷ Μενέλεως ἀπὸ | Εὐφόρβου. Εἰ δὲ βούλει, καὶ ἄλλον αὖ λόγον διέξιμί σοι.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
