# Dialexeis 2.Subsection a-8-Subsection h

Maximus of Tyre, Dialexeis, 2.Subsection a to 2.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20a-8

Εἰ δὲ δεῖ καὶ ἄλλας παρακαλέσαι εἰκόνας τῷ παρόντι λόγῳ σεμνοτέρας τῆς ΜιΜιθαίκου τέχνης· Θηβαῖοι αὐλητικὴν ἐπιτηδεύουσιν, καὶ ἐστὶν ἡ διʼ αὐλῶν μοῦσα ἐπιχώριος τοῖς Βοιωτοῖς· Ἀθηναῖοι λέγειν, καὶ ἐστὶν ἡ περὶ λόγους σπουδὴ τέχνη Ἀττική· παιδεύματα Κρητικὰ θῆραι, ὀρειβασίαι, τοξεῖαι, δρόμοι· τὰ Θετταλικὰ ἱππική, τὰ Κυρηναϊκὰ διφρεῖαι, τὰ Αἰτωλικὰ λῃστεῖαι· ἀκοντίζουσιν Ἀκαρνᾶνες, πελτάζουσιν Θρᾷκες, νησιῶται πλέουσιν. Κἀν δὲ μεταθῇς τὰ ἐπιτηδεύματα πολλῶν πρὸς ἄλλους, νοθεύσεις τὰς τέχνας. Τί γὰρ δεῖ ἠπειρώταις νεῶν; ἢ ἀμούσοις αὐλῶν; ἢ ὀρείοις ἵππων; ἤ πεδιάδα οἰκοῦσιν δρόμων; ἢ ὁπλίταις τόξων; ἢ τοξόταις ἀσπίδων; Ὥσπερ οὖν ἐνταῦθα διεκληρώσαντο τὰς τέχνας οἱ τόποι, ἢ αἱ φύσεις τῶν χρωμένων, ἢ αἱ φιλίαι τῶν ἀπʼ ἀρχῆς ἐπιτηδευθέντων, καὶ οὐ ταὐτὰ ἕκαστον οὔτε πᾶσιν τίμιον διότι ἐνίοις, οὔτε ἄτιμον τισὶν ὅτι μὴ πᾶσιν, ἀλλὰ εὐδοκιμεῖ ἕκαστον κατὰ τὴν χρείαν τῶν λαβόντων· τί κωλύει τοὺς τῆς καλῆς ταύτης πόλεως πολίτας, οὓς Πλάτων θρεψάμενος τῷ λόγῳ ὑπὸ νόμοις ξένοις καὶ οὐ καθωμιλημένοις τῷ τῶν πολλῶν ἔθει κατῴκισεν, αὖθις αὗ λόγῳ ἔχειν καὶ τούτους ἐπιχώρια ἄττα αὐτῶν νόμιμά τε καὶ ἐπιτηδεύματα, ξυμπεφυκότα τῇ ἐκ παίδων τροφῇ, τιμώμενα μὲν αὐτοῖς κατὰ τὴν χρείαν αὐτῶν ἐκείνων, οὐκ ἀτιμαζόμενα δὲ παρὰ τοῖς ἄλλοις, ἐπεὶ μὴ κἀκείνοις ἥρμοσεν; Εἰ μὲν γὰρ πόλιν πόλει παραβάλλομεν, καὶ πολιτείαν πολιτείᾳ, καὶ νόμους νόμοις, καὶ νομοθέτην νομοθέτῃ, καὶ τροφὴν τροφῇ, ἔχοι ἄν τινα ἡμῖν λόγον ἡ ἐξέτασις τοιάδε, διερευνωμένοις τὸ παρʼ ἑκάστοις ἐνδέον· εἰ δέ τις μέρος τοῦ ὅλου ἀποτεμόμενος καθʼ αὐτό, σκοπεῖ διὰ μαρτύρων τῶν χρωμένων τούτῳ ἢ μή (οὕτω γὰρ ἂν καὶ τὰ ἄλλα πάντα ὅσα ἄνθρωποι χρῶνται), κατʼ ἴσον ἂν τύχοι τιμῆς καὶ ἀτιμίας, καὶ διατελοῖ ἐν ἀμφισβητησίμῳ κρίσει πλανώμενα·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
