# Dialexeis 2.Subsection c-7-Subsection h

Maximus of Tyre, Dialexeis, 2.Subsection c to 2.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20c-7

Ἔστιν οὖν ὅπως τὸν πόλεμον τοῦτον ἡγήσῃ ἀπλοῦν καὶ ἕνα; || Ὀλίγου μέντʼ ἄν ἧν ἡ ἰατρικὴ ἀξία. Νῦν δὲ τὸ πολυμερὲς καὶ πολύφωνον τοῦ τῶν σωμάτων πολέμου, ἃς καλοῦμεν νόσους, ἐγέννησεν τέχνην παντοδαπήν, καὶ μεστὴν ὀργάνων ποικίλων, καὶ πολλῶν φαρμάκων, καὶ σιτίων, καὶ διαιτημάτων. Κἂν ἐπὶ μουσικὴν ἔλθῃς, τὸ μὲν ἡρμοσμένον κἀνταῦθα ἕν, οὔτε κρεῖττον αὐτὸ αὐτοῦ γιγνόμενον, οὔτε ἔλαττον· τὸ δὲ ἀνάρμοστον πολύ, καὶ παντοδαπόν, καὶ διῃρημένον. Οὕτω καὶ χορὸς 〈ὁ〉 ὁμολογήσας μέν εἰς ὁμοφωνίαν· μὴ ὁμολογῶν δέ, σχίζεται καὶ διαχεῖται καὶ σκεδάννυται καὶ πλῆθος γίγνεται. Οὕτω καὶ τριήρης, ἐρεσσομένη ὑπʼ αὐλῷ, τὴν πολυχειρίαν συνάπτει τῇ ὁμοιότητι τῆς εἰρεσίας· ἐὰν δὲ ἀπαλλάξῃς τὸν αὐλόν, διέλυσας αὐτῆς τὴν χειρουργίαν. Οὕτω καὶ ὑφʼ ἡνιόχῳ ἅρμα εὐθύνεται κοινῷ δρόμῳ καὶ θυμῷ ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸν ἡνίοχον, ἐσκέδασας τὸ ἅρμα. Οὕτω καὶ στρατόπεδον συντάττεται ὑπὸ συνθήματι ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸ σύνθημα, διέλυσας τὴν φάλαγγα εἰς πλήθους φυγήν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
