# Dialexeis 2.Subsection c-Subsection h

Maximus of Tyre, Dialexeis, 2.Subsection c to 2.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20c

τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε ἀντίστροφα γὰρ ὑπὲρ τῶν ἀνθρωπίνων βουλεύεται τὸ δαιμόνιον, καὶ ἔστιν αὐτῶν ἐφήμερος ἡ φύσις. Ὧσπερ οὖν τῶν ποταμῶν, οὕς ἀφιᾶσιν αἱ ἀέναοι πηγαί, τὸ μὲν || ὄνομα ἕν, ὁ Σπτερχειὸς ἢ Ἀλφειὸς ἢ ἄλλο τι, ἀμείβουσα δὲ ἡ γένεσις τὸ ἐπιὸν πρὸς τὸ οἰχόμενον ἐξαπατᾷ. τὴν ὄψιν τῇ συνεχείᾳ τῆς φορᾶς, ὡς ἑνὸς ὄντος ποταμοῦ διηνεκοῦς καὶ ἡνωμένου· οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά· καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον· ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονόμου | σα αὐτοῦ τὴν ἔνδειαν καὶ τὸν κόρον. Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
