# Dialexeis 2.Subsection e-Subsection l

Maximus of Tyre, Dialexeis, 2.Subsection e to 2.Subsection l. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/2.Subsection%20e

ταὐτὰ καὶ σώματος πάθη, καὶ γὰρ ἐπιθυμητικόν, καὶ αἰτητικόν, καὶ φιλήδονον, καὶ ὁρμητικόν. Φέρε, καὶ τὸν ἄρχοντα τῷ ἄρχοντι εἰκάζωμεν. Ἄρχων ἐν πόλει προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον, ψυχὴ ἀνθρώπῳ προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον· ἄρχων τῇ φύσει φροντι στικώτατον, καὶ λογιστικώτατον, τὸ δὲ αὐτὸ καὶ ἡ ψυχή· ὁ ἄρχων αὐτεξούσιον, καὶ ἡ ψυχή. Τούτων τοίνυν οὕτως ἐχόντων, τὴν ποτέρου νόσον χαλεπωτέραν φήσομεν, καὶ ἐν ἀνθρώπῳ, καὶ ἐν πόλει; οὐ τὸ κρεῖττον νοσοῦν ἀνιαρότερον τῷ ὅλω; δῆμος μὲν γὰρ κάμνων, ὑγιαίνοντος ἄρχοντος, ἐν ἐλευθέρᾳ τῇ πόλει νοσεῖ· ἄρχοντος δὲ νοσοῦντος, δουλεία πόλεως. Συνελόντι δʼ εἰπεῖν, ψυχὴ σώματος τιμιώτερον· τὸ δὲ τοῦ τιμιωτέρου ἀγαθόν, μεῖζον· τὸ δὲ τῷ μείζονι ἀγαθῷ ἐναντίον, μεῖζον κακόν· ἀγαθὸν δὲ μεῖζον ὑγεία ψυχῆς ὑγείας σώματος· μεῖζον οὖν κακὸν νόσος ψυχῆς νόσου σώματος. Ὑγεία μὲν σώματος τέχνης ἔργον, ὑγεία δὲ ψυχῆς, ἀρετῆς ἔργον· νόσος ψυχῆς μοχθηρία, νόσος σώματος δυστυχία· ἑκούσιον ἡ μοχθηρία, ἀκούσιον ἡ δυστυχία· ἐλεεῖται τὰ ἀκούσια, μισεῖται τὰ ἑκούσια· τὰ ἐλεούμενα βοηθεῖται, τὰ μισούμενα κολάζεται· τὰ βοηθούμενα μέτρια, τὰ κολαζόμενα χείρω.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
