# Dialexeis 3-10

Maximus of Tyre, Dialexeis, κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3-10

Κἂν γὰρ ἐξομόσηται τόνδε διδάσκαλον, ὁρῶ τὰ γνωρίσματα, καὶ συνίημι τῶν σπερμάτων· κείνού τοι τοιοῖδε πόδες, τοιαῖδέ τε χεῖρες, ὀφθαλμῶν τε βολαί, κεφαλή τʼ ἐφʼ ὑπερθέ τε χαῖται, ὥστε καὶ ἐπιτολμήσαιμι ἂν εἰπεῖν ἔγωγε, ἐμφερέστερον εἶναι Πλάτωνα Ὁμήρῳ μᾶλλον, ἢ Σωκράτει, κἂν τὸν Ὅμηρον φεύγῃ, κἂν διώκῃ τὸν Σωκράτην. Μή με οἰηθῇς τὰς Πλάτωνος φωνὰς εἰκάζειν Ὁμήρῳ, καὶ τὰ ὀνόματα, καὶ τὰ ῥήματα· ἔστιν μὲν γὰρ καὶ ταῦτα ἐκεῖθεν, ἐκείνης τῆς ἁρμονίας ἀπορροή, ὡς ἐξ ὠκεανοῦ ἡ Μαιῶτις, ὡς ἐκ τῆς Μαιώτιδος ὁ Πόντος, ὡς ἐκ τοῦ Πόντου ὁ Ἑλλήσποντος, ὡς ἐξ Ἑλλησπόντου ἡ θάλασσα· ἀλλὰ τὴν γνώμην τῇ γνώμῃ προσάγω, καὶ τὴν συγγένειαν ὁρῶ. Καὶ τοῦτο μέν σοι καὶ αὖθις παῤ ἐμοῦ λελέξεται· ἐπάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν Ὁμήρου γνώμην, διεξιόντες περὶ αὐτῆς τὰ εἰκότα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
