# Dialexeis 3-11

Maximus of Tyre, Dialexeis, ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3-11

Ἆῤ ἡγεῖ με σαφῶς λέγειν, ἢ φραστέον σοι οὑτωσὶ ἐνδηλότερον; Καλεῖς τινα τέχνην ἰατρικήν, καὶ ἄλλην αὖ ἀγαλματουργικήν; τέλος δὲ ἑκατέρας, οὔτε ἰατρικῆς ἰατρική, οὔτε ἀγαλματουργικῆς ἀγαλματουργία, ἀλλὰ ἄγαλμα μὲν ἀγαλματουργίας, ὑγίειαν δὲ ἰατρικῆς; τί οὖν; ἄλλό τι εἶναι ἡγεῖ τὴν ἀρετήν, ἢ ψυχῆς ὑγίειάν τε καὶ εὐσχημοσύνην; Οὑτωσὶ δὲ αὐτὸ σκέψαι· ψυχῇ καὶ σώματι καὶ λίθῳ, τρισὶ τούτοις ἐπινείμας τέχνας τρεῖς, ὧν αἱ μὲν ὕλαι κόσμου ἐνδεεῖς, ἡ δὲ τέχνη, προσαγαγοῦσα ἑκάστης ἑκάστῳ τὸ οἰκεῖον σχῆμα, περιέβαλλεν τὸν μὲν λίθον ῥυθμοῖς καὶ σχήμασιν εἰς μορφῆς εἶδος, τὸ δὲ σῶμα ἁρμονίαις καὶ κράσεσιν εἰς ὑγιείας μέτρον, τὴν δὲ ψυχὴν συμμετρίαις καὶ εὐκινησίαις εἰς ἀρετῆς κόσμον. Κἂν καλῇς τι τούτων τέχνην, τὸ τοῦ δράσαντος ὄνομα τῷ ποιηθέντι ὑπὸ φιλίας προστιθείς, οὕτω μοι δοκεῖς καλεῖν, ὥσπερ ἂν εἰ καὶ ἥλιον καλεῖς τὴν ἐξ ἡλίου αὐγήν, ἑτέραν οὖσαν τοῦ ἡλίου, ποίημα ἡλίου, οὐκ αὐτὸ ἥλιον.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
