# Dialexeis 3-12

Maximus of Tyre, Dialexeis, ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3-12

Τί δή οὖν τούτων ἐπιμέμνημαι; Ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. Καὶ τοῦτο μὲν ταῦτά || μοι ἔστω ἀποπεφασμένον· τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; Ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι διπλᾶ | τἀγαθὰ ἔλθῃ· καὶ οὔτε πιστεύω τῷ τεχνιτεύματι (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. Τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
