# Dialexeis 3-14

Maximus of Tyre, Dialexeis, ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3-14

Τοῦτό τοι καὶ περὶ τὸν βίον Ὅμηρος ἡνιξατο· (Ω 527 ) δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει, φησίν· ὁ μὲν πλήρης κακῶν, ἀγαθῶν ἀνεπίμικτος· ὁ δὲ ἐξ ἀμφοῖν κεκραμένος (τρίτον γὰρ πίθον οὐδαμοῦ ἐν Διὸς εἶναι λέγει, ἀγαθῶν ἀκηράτων). Νέμει δὲ Χεὺς τῷ τῶν ἀνθρώπων γένει, κατὰ τὴν Ὁμήρου ᾧδήν, ἐκ τοῖν πίθοιν τούτοιν ἀρυτόμενος· ἐκ μὲν τοῦ, κακῶν ἀενάων ῥεῦμα ἴσχυρὸν καὶ βίαιον, μεστὸν ἐρίδων καὶ ἐρινύων, καὶ πτοίας καὶ φόβου, καὶ ἄλλων μυρίων δυσαντήτων τὲ καὶ ἀκράτων κακῶν· ἐκ δὲ τοῦ νέμει, ὡς μὲν ἄν Ὅμηρος εἴποι, ῥεῦμα μικτὸν ἀγαθῶν καὶ κακῶν· ἐγὼ δὲ ὁρῷ μὲν τὴν μῖξιν, καὶ πείθομαι τῷ λόγῳ, εὐφημότερον δὲ ὁνομιάζειν θέλω τὴν βελτίω παρὰ Διὸς νομήν· ἔχει γὰρ δὴ ὧδε.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
