# Dialexeis 3-8

Maximus of Tyre, Dialexeis, Κ΄ XX (uebn. XXVI vulg. 10), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3-8

Δέδια δὲ μὴ οὐ τοιοῦτον ᾖ πᾶσιν ἑξῆς, ἀλλά τις ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ ὑποδῦσα ἔργον καλόν, τῇ πρὸς αὐτὸ εἰκασίᾳ καλλωπιζομένη τυγχάνει μὲν τῆς φαντασίας ὁμοίας, τοῦ δὲ τέλους ἀστοχεῖ. Μιμεῖταί που καὶ φαρμακοπώλης ἰατρόν, καὶ συκοφάντης ῥήτορα, καὶ σοφιστὴς φιλόσοφον. Καὶ πανταχοῦ εὕροις ἂν ξυμφυὲς ἀγαθῷ κακόν, πολλῷ τῷ ὁμοίῳ ἀνακεκραμένον, ἢ προαιρέσει χωριζόμενον, ὡς ὁ ῥήτωρ τοῦ συκοφάντου· ἢ τέλει, ὡς ὁ ἰατρὸς τοῦ φαρμακέως· ἢ ἀρετῇ, ὡς ὁ φιλόσοφος τοῦ σοφιστοῦ· προαίρεσις δὲ καὶ ἀρετὴ καὶ τέλος ὀλίγοις γνώριμα. Ὅταν οὖν ἐν ἐπιτηδεύμασιν διπλοῖς καὶ ἀμφιβόλοις, τὰ μὲν ὅμοια ἂν ἀπῇ, ἀνάγκη κατὰ τὸ ἀγνοούμενον οὐ δυναμένοις χωρίζειν τὰς τέχνας κατὰ τὸ εἰκαζόμενον αὐτὰς συνάπτειν·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
