# Dialexeis 3.Subsection a-11-Subsection f

Maximus of Tyre, Dialexeis, 3.Subsection a to 3.Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20a-11

Οὕτω τοίνυν ἐχόντων τούτων, μεταβάντες αὖ περὶ Ὁμήρου σκοποῦμεν ἀδεκάστως μάλα, οὔθʼ ὅστις Πλά‖τωνι χαίρει ἀτιμάζων Ὅμηρον, οὔθʼ ὅστις Ὅμηρον θαυμάζει μεμφόμενος Πλάτωνι· οὐ γὰρ διακεκλήρωται οὐδὲ ἀπέσχισται ἑκάτερον θἀτέρου· ἀλλʼ ἔξεστίν που καὶ τὰ Πλάτωνος τιμᾶν, καὶ θαυμάζειν Ὅμηρον· ἔξεστιν δὲ ὧδε. Πόλιν οἰκίζει Πλάτων τῷ λόγῳ, οὐ Κρητικήν, οὐδὲ Δωρικήν, οὐδὲ Πελοποννησίαν, οὐδὲ Σικελικήν, οὐδὲ, μὰ Δί, Ἀττικήν· ἡ γὰρ ἂν τοιαύτην οἰκίζων πόλιν, μὴ ὅτι Ὁμιήρου ἄν ἐδεήθη μόνου, ἀλλὰ καὶ πρὸ Ὁμήρου | Ἡσιόδου καὶ Ὀρφέως, καὶ εἴ τις ἄλλη παλαιὰ μοῦσα ποιητικὴ κατεπᾴδειν ἱκανὴ τὰς τῶν νέων ψυχὰς καὶ δημαγωγεῖν, καὶ ἡδονῇ συνήθει ἀνακιρνάναι πράως ἀληθεῖς λόγους· ἀλλʼ ἔστιν αὐτῷ ξυνοίκησις καὶ ἡ πολιτεία γιγνομένη λόγῳ, κατὰ τὸ ἀκριβέστατον μᾶλλον ἤ χρειωδέστατον· ὅνπερ τρόπον καὶ τοῖς τὰ ἀγάλματα τούτοις διαπλάττουσιν, οἴ παντὸς παρʼ ἑκάστου καλὸν συναγαγόντες, κατὰ τὴν τέχνην ἐκ διαφόρων σωμάτων ἀθροίσαντες εἰς μίμησιν μίαν, κάλλος ἓν ὑγιὲς καὶ ἄρτιον καὶ ἡρμοσμένον αὐτὸ αὐτῷ ἐξειργάσαντο· καὶ οὐκ ἂν εὗρες σῶμα ἀκριβὲς κατὰ ἀλήθειαν ἀγάλματι ὅμοιον· ὀρέγονται μὲν γὰρ αἱ τέχναι τοῦ καλλίστου· αἱ δὲ ἐν ποσὶν ὁμιλίαι καὶ χρεῖαι ἀπολείπονται τῶν τεχνῶν. Οἶμαι δέ, εἰ καί τις ἦν ἐν ἀνθρώποις δύναμις πλαστικὴ σωμάτων σαρκίνων, ξυμφορήσαντες ἂν οἱ δημιουργοὶ τὰς δυνάμεις ξυμμέτρως γῆς καὶ πυρός, καὶ τῶν ὅσα τούτοις ἁρμοσθέντα τὲ καὶ ὁμολογήσαντα συνίστησιν τὴν σωμάτων φύσιν, ἀπέφηναν, ὥστε εἰκός, ἂν σῶμα ἀδεὲς φαρμάκου καὶ μαγγανευμάτων καὶ διαιτημάτων ἰατρικῶν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
