# Dialexeis 3.Subsection a-16-Subsection l

Maximus of Tyre, Dialexeis, 3.Subsection a to 3.Subsection l. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20a-16

Ἐπεὶ δὲ ὁ λόγος οὐκ οἶδ᾿ ὅπως εἰκόνος θαλαττίας ἐπελάβετο, μὴ ἀφῶμεν αὐτὸν ἀπελθεῖν ἡμῖν, πρὶν ἐξεργάσηται σαφῶς τὴν γραφήν, εἰκάζων τὴν Ἐπικούρου φιλοσοφίαν βασιλικῇ ὁλκάδι Ἀσιήτου βασιλέως. Λέγω δὲ οὐ μῦθον πλάττων, ἀλλὰ οὐ πολὺς χρόνος, ὅτε ἐξ Αἰγύπτου ἐς Τροίαν ἔπλει βασιλεὺς τῶν ὑπὲρ Φοινίκης βαρβάρων, ἐκείνων τῶν | ἀνδρῶν, οἳ οὐκ ἴσασιν θάλατταν, οὐδὲ (cf. ι 275) ἀλέγουσιν τοῦ Αἰγιόχου Διὸς (ι 276) οὐδὲ θεῶν μακάρων. Παρεσκευάσατο δὴ μέλλων πλεῖν ὁ ἄθεος οὗτος καὶ ἀθάλαττος βασιλεὺς μεγάλην καὶ εὐρύχωρον ναῦν, ἵνα αὐτῷ πᾶσαι αἱ ἡδοναὶ συμπλέωσιν· τὸ μὲν γὰρ αὐτῆς βασίλεια ἦν, οἷα κάλλισται παστάδες, καὶ εὐναί, καὶ δρόμοι· ἔκτοσθεν δʼαὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετραμμένος, καὶ δένδρα ἐπεφύκεσαν, ῥοιαί, καὶ ὄγχναι, καὶ μηλέαι, καὶ ἄμπελοι· τὸ δὲ αὐτῆς λουτρὸν ἦν, καὶ γυμνάσιον· τὸ δὲ ὀψοποιοῖς χώρα· τὸ δέ, θάλαμοι παλλακίσιν· τὸ δέ, συμπόσιον· τὸ δέ, ἄλλό τι μέρος τρυφώσης πόλεως. Περιεβέβλητο δὲ ἡ ναῦς πολλὰς μὲν χρόας ἡδίστας ἰδεῖν, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον· καὶ διέφερεν οὐδὲν ἀνδρὸς δειλοῦ κεκοσμημένου ὅπλοις χρυσοῖς. οἷον τὸ θέαμα οἱ Αἰγύπτιοι, καὶ τὸν ἐπι Ἐθαύμαζον βάτην ἐμακάριζον, καί που τὶς εὔξατο ναύτης γενέσθαι ἡδίστης νεώς. Ἐπεὶ δὲ ὥρα ἀνάγεσθαι ἦν, ἐξέπλει μὲν ἡ μεγάλη αὕτη ναῦς καὶ πολυτελής, καὶ ἀπεσάλευεν τῶν λιμένων, καθάπερ νῆσος πλωτή. Ἐξέπλεον δὲ καὶ αἱ ἄλλαι ὁλκάδες αἱ δημοτικαί, εὔζωνοι καὶ πρὸς τὴν χρείαν παρεσκευασμέναι. Μέχρι μὲν ἦν τὸ πνεῦμα πρᾶον, ἐκράτει ταῖς ἡδοναῖς ἡ βασιλικὴ ναῦς, καὶ κνίσης ἦν πάντα μεστά, (Κ 13) αὐλῶν, συρίγγων τὲ ἐνοπῆς, ὁμάδου τὲ ἀνθρώπων. Ἐπεὶ δὲ ἐξ αἰθρίας ἄφνω χειμὼν ἐπετάραξεν τὸν αἰθέρα, καὶ πνεῦμα κάτεισι λάβρον σὺν πολλῷ πατάγῳ, ἔγνωσαν τότε, τίς μὲν ἡδονῆς χρεία, τίς δὲ τέχνης. Αἱ μὲν γὰρ ἄλλαι ὁλκάδες ξυνενεικάμεναι τὰ ἱστία πρὸς τὸν κλύδωνα ἡμιλλῶντο, καὶ τὸ πνεῦμα ἔφερον, καὶ τὴν ἐμβολὴν τοῦ κακοῦ ἀπεμάχοντο·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
