# Dialexeis 3.Subsection b-10

Maximus of Tyre, Dialexeis, ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20b-10

περιστάσεων γέμοντα; ἴέρε ἐξ ἑκατέρων ἡκέτω τὶς ἡμῖν ἀνὴρ ἐπὶ διαιτητὴν τὸν λόγον· ὁ δὲ αὐτῶν ἐρέσθωο ἐκὄτερον, καὶ πρῶτον γε τὸν πρῶτον, τὸν γυμνὸν ἐκεῖνον καὶ ἄοικον καὶ ἄτεχνον, τὸν πάσης τῆς γῆς πολίτην καὶ ἐφέστιον· ἐρέσθω δὲ ἀντιτιθεὶς αὐτῷ τὸν τοῦ δευτέρου βίον καὶ τρόπον, πότερα αἱρεῖται μένειν ἐν τῇ πρόσθεν τροφῇ καὶ ἐλευθερίᾳ, ἢ τὰς τοῦ δευτέρου ἡδονὰς λαβὼν σύν ταύταις καὶ | τὰ λυπηρὰ ἔχειν; Ἴω δὴ μετὰ τοῦτον ὁ ἕτερος· ἀντιτιθέτω δὲ αὐτῷ ὁ c δικαστὴς τὴν τοῦ προτέρου δίαιταν καὶ ἐλευθερίαν· καὶ ἐρέσθω, πότερα αἱρεῖται τὰ αὐτοῦ ἔχειν, ἢ μετατίθεται καὶ μετοικίζεται ἐπὶ τὸν εἴρηναῖον ἐκεῖνον βίον

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
