# Dialexeis 3.Subsection b-2-Subsection h

Maximus of Tyre, Dialexeis, 3.Subsection b to 3.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20b-2

Καὶ γὰρ ἤτοι ὁ εὐχόμενος ἄξιος τυχεῖν ὧν ηὔξατο, ἢ οὐκ ἄξιος· εἰ μὲν οὖν ἄξιος, τεύξεται καὶ μὴ εὐξάμενος· εἰ δὲ οὐκ ἄξιος, οὐ τεύξεται οὐδὲ εὐξάμενος. Οὔτε γὰρ ὁ ἄξιος μὲν, παραλείπων δὲ τὴν εὐχήν, διὰ τοῦτο οὐκ ἄξιος, ὅτι οὐκ ηὔξατο· οὔτε ὁ μὴ ἄξιος μὲν τυχεῖν, λαβεῖν δὲ εὐχόμενος, διὰ τοῦτο ἄξιος, ὅτι εὔξατο· ἀλλὰ αὐτὸ τοὐναντίον, ὁ μὲν ἄξιος λαβεῖν, μὴ ἐνοχλῶν, τυχεῖν ἀξιώτερος· ὁ δὲ οὐκ ἄξιος, ἐνοχλῶν, καὶ διὰ τοῦτο οὐκ ἄξιος· καὶ τῷ μὲν ἀναθήσομεν αἰδὼ καὶ θάρσος, διὰ μὲν τὸ θαρρεῖν πιστεύοντι ὡς τευξομένῳ, διὰ δὲ τὴν αἰδὼ ἡσυχάζοντι, κἂν μὴ τύχῃ· τῷ δὲ ἀμαθίαν καὶ μοχθηρίαν, διὰ μὲν ἀμαθίαν εὐχομένῳ, διὰ δὲ μοχθηρίαν οὐκ ἀξιουμένῳ. Τί δέ, εἰ στρατηγὸς ἦν ὁ θεός, κᾆτα ὁ μὲν σκευοφορεῖν ἄξιος ᾔτει τὸν στρατηγὸν ὁπλίτου χώραν, ὁ δὲ ὁπλιτεύειν ἐπιτήδειος τὴν ἡσυχίαν ἦγεν· ἆρα οὐ κατὰ τὴν χρείαν τῆς τάξεως τὸν μὲν ἀχθοφορεῖν εἴα, τὸν δὲ εἰς τοὺς ὁπλίτας ἔταττεν; Ἀλλὰ στρατηγὸς μὲν κἂν ἀγνοήσαι, κἂν δωροδοκήσαι, κἂν ἐξαπατηθείη· τὸ δὲ θεῖον οὐ τοιοῦτον· οὔτε οὖν εὐχομένοις δώσει παρὰ τὴν ἀξίαν, οὔτε οὐκ εὐχομένοις οὐ δώσει κατὰ τὴν ἀξίαν. ||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
