# Dialexeis 3.Subsection c-10-Subsection e

Maximus of Tyre, Dialexeis, 3.Subsection c to 3.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20c-10

τὴν ὑπηρεσίαν καταγέλαστος; Τί δὲ τὰ τούτων ἔτι ἀτοπώτερα; εἰ τῶν μὲν ὀρνίθων ἀφελὼν τὰ πτερά, βαδιστικὰ ἐκ πτηνῶν εἶναί σοι θέλῃς, τὸν δὲ ἄνθρωπον πτερώσας παραδῷς τῷ αἰθέρι φέ|ρεσθαι διʼ αὐτοῦ, ὄρνιθος δίκην, οὐκ ἔσῃ καταγέλαστος τῆς ἀλλαγῆς; Ὁπότε μηδὲ ὁ μῦθος τὸν Δαίδαλον ἠνέσχετο ἀτόπους οὕτω τέχνας πραγματευόμενον, ἀλλὰ ἀπέρριψεν αὐτῷ τὸν παῖδα τοῦ αἰθέρος εἰς γῆν κάτω αὐτοῖς πτεροῖς Φασὶν δὲ καὶ Καρχηδόνιον νεανίαν ἀγρεῦσαι λέοντα ἄρτι ἐκ γάλακτος, καὶ ἡμερῶσαι τοῦτον παρανόμῳ τροφῇ, καὶ τὸν θυμὸν αὐτοῦ ἐξελεῖν διαίτῃ νόθῳ, ὥστε ἐπιθεὶς αὐτῷ φορτίον ἤλαυνεν διʼ ἄστεος ὄνου δίκην· ἀλλὰ ἀπέκτεινάν γε αὐτὸν Καρχηδόνιοι μισήσαντες τῆς παρανομίας, ὡς τύραννον μὲν τῇ φύσει, ἰδιώτην δὲ τῇ δυστυχίᾳ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
