# Dialexeis 3.Subsection c-3

Maximus of Tyre, Dialexeis, Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20c-3

οὗτος ἐπαναστάντων αὐτῷ φθόνῳ καὶ ἀπεχθείᾳ καὶ τῇ πρὸς τὰ καλὰ ὀργῇ ἐκ μὲν τοῦ θεάτρου Ἀριστοφάνους, ἐκ δὲ τῶν σοφιστῶν Ἀνύτου, ἐκ δὲ τῶν συκοφαντῶν Μελήτου, ἐκ δὲ τῶν ῥητόρων Λύκωνος, καὶ τοῦ μὲν κωμῳδοῦντος, τοῦ δὲ γραφομένου, τοῦ δὲ εἰσάγοντος, τοῦ δὲ λέγοντος, τῶν δὲ δικαζόντων, ἐχαλέπαινεν πρῶτα μὲν τῷ Ἀριστοφάνει, καὶ καταστὰς ἐν Ἀθηναίοις ἀντεκωμῴδει τὸν ἄνδρα ἐν Διονυσίοις, ἔτι μεθυόντων δικαστῶν· ἔπειτα εἰς τὸ δικαστήριον παρελθὼν ἀντερρητόρευεν τοῖς λέγουσι καὶ λόγους διεξῄει μακρούς, ἀπολογίαν εὖ μάλα εἰς ἐπαγωγὴν δικαστῶν συγκειμένην, ἐξευμενιζόμενος μὲν τὸ δικαστήριον τοῖς προοιμίοις, πείθων δὲ τοῖς διηγήμασιν, ἀποδεικνὺς δὲ τεκμηρίοις καὶ πίστεσιν καὶ εἰκάσμασιν, ἀναβιβαζόμενος δὲ καὶ μάρτυρας τῶν πλουσίων τινὰς καὶ ἀξιόχρεων ἐν Ἀθηναίοις δικασταῖς, κἂν τοῖς ἐπιλόγοις ἱκετεύων καὶ ἀντιβολῶν καὶ δεόμενος | καί που καὶ δάκρυα ἐν καιρῷ ἀφιείς,

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
