# Dialexeis 3.Subsection c-5-Subsection g

Maximus of Tyre, Dialexeis, 3.Subsection c to 3.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20c-5

Δεινῶς τινα πολυπράγμονα ἡγεῖ τὸν θεόν, καὶ περίεργον, καὶ εὐήθη, καὶ μηδὲν τῶν ἐν τοῖς κύκλοις ἀγειρόντων διαφέροντα, οἳ δυοῖν ὀβολοῖν τῷ προστυχόντι ἀποθεσπίζουσιν· ἐγὼ δὲ μὴ ὅτι θεόν, ἀλλ᾿ οὐδὲ ἄνδρα ἀγαθόν, ἀξίως ἐπιπηδᾶν τῷ ἀληθεῖ· οὐδὲν γὰρ σεμνὸν τὸ τἀληθῆ λέγειν, εἰ μὴ γίγνοιτο ἐπʼ ἀγαθῷ τοῦ μαθόντος. Οὕτω καὶ ἰατρὸς νοσοῦντα ἐξαπατᾶ, καὶ στρατηγὸς στρατόπεδον, καὶ κυβερνήτης ναύτας, καὶ δεινὸν οὐδέν· ἀλλὰ ἤδη καὶ ψεῦδος ὤνησεν ἀνθρώπους, καὶ τἀληθὲς ἔβλαψεν. Εἰ μὲν οὖν ἄλλό τι ἡγεῖ εἶναι τὴν μαντικήν, ἢ νοῦν θεῖον, διαφέροντα τοῦ ἀνθρωπίνου ἀκριβείᾳ καὶ βεβαιότητι, νόμιζε πολεμεῖν λόγον λόγῳ· εἰ δέ ἐστιν οὐδὲν ἀλλοιότερον, ἢ ὅσον τὸ ἐξ ἡλίου φῶς τοῦ ἐκ πυρός, φῶς δὲ ἑκάτερον, ἀγάπα μὲν τὸ λαμπρότερον, μὴ ἀτίμαζε δὲ τῇ διαιρέσει τὸ ἀμαυρότερον. Ἀλλʼ ἡγοῦ τὸ πᾶν τοῦτο ἁρμο|νίαν τινὰ εἶναι ὀργάνου μουσικοῦ, καὶ τεχνίτην μὲν τὸν θεόν, τὴν δὲ ἁρμονίαν αὐτὴν ἀρξαμένην παῤ αὐτοῦ, διʼ ἀέρος ἰοῦσαν, καὶ γῆς καὶ θαλάττης, καὶ ζῴων, καὶ φυτῶν, ἐμπεσοῦσαν μετὰ τοῦτο εἰς πολλὰς καὶ ἀνομοίους φύσεις, συντάττειν τὸν ἐν αὐταῖς πόλεμον· ὡς κορυφαία ἁρμονία, ἐμπεσοῦσα εἰς πολυφωνίαν χοροῦ, συντάττει τὸν ἐν αὐτῇ θόρυβον. ||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
