# Dialexeis 3.Subsection c-7-Subsection g

Maximus of Tyre, Dialexeis, 3.Subsection c to 3.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/3.Subsection%20c-7

Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἄλλο ὄργανον, ᾧ κτητὸν ἀρετή, πλὴν ἀληθὴς λόγος, ὑφʼ οὗ παροξύνεται ἡ ψυχὴ καὶ ζωπυρεῖται, καὶ οὐκ εἰδυῖα μὲν μανθάνει, μαθοῦσα δὲ φυλάττει ἃ ἔμαθεν, φυλάττουσα δὲ χρῆται, χρωμένη δὲ οὐ σφάλλεται. Τοῦτο ἡ διατριβή, τοῦτο ἡ σχολή, ἀληθείας μελέτη, καὶ τέχνη βίου, καὶ ῥώμη λόγου, καὶ παρασκευὴ ψυχῆς, καὶ ἄσκησις καλοκαγαθίας. Εἰ μὲν οὖν ταῦτα ἐπʼ οὐδὲν συντελεῖ τῶν καλῶν, ἢ συντελοῦντά γε οὐ δεδίδακται οὐδὲ ἤσκηται, ἀλλὰ εἰκῇ καί, εἰ ἔτυχεν, παρα γιγνόμενα, σκηνὴ τὸ χρῆμα, εἰσαγγελίας ἄξιον ὄντα φῇς· εἰ δὲ τοῦτο μὲν οὐδεὶς φήσει, οὐχ οὕτω μέμηνεν. Ἀλήθειάν γε καὶ ὑγιῆ λόγον, καὶ ἀρετήν, καὶ γνῶσιν νόμου καὶ δίκης, οὐκ ἔστιν ἑτέρως λαβεῖν, ἢ περὶ αὐτὰ πραγματευόμενον, οὐ μᾶλλον ἢ τὰ σκυτοτομικὰ μὴ περὶ αὐτὰ ἄγοντας σχολήν, ἢ τὰ χαλκευτικὰ μὴ πρὸς τῷ βουνῳ καὶ τῷ πυρὶ διημερεύοντας, ἢ τὰ κυβερνητικὰ μὴ θαλαττουργοῦντας καὶ ναυτιλλομένους· πράττοντες μὲν ταῦτα ἀδικοῦμεν οὐδέν, ἀπολειπόμενοι δὲ αὐτῶν, καὶ μηλόβοτον ἐῶντες τὴν ψυχὴν καὶ ἄγονον, ἦμεν ἂν γραφῆς καὶ εἰσαγγελίας.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
