# Dialexeis 4-10

Maximus of Tyre, Dialexeis, ΙΘ΄ XIX (Duebn. XXV vulg. 9), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4-10

Ὁπόταν τοίνυν ἀκούσῃς ἐρῶντα μὲν τὸν φιλόσοφον, ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείπῃς τὸ γιγνόμενον ὀνόματι ἐνί. Ὁ μὲν ἐφ᾿ ἡδονὴν· οἰστρεῖ, ὁ δὲ κάλλους ἐρᾷ· ὁ μὲν ἄκων νοσεῖ, ὁ δὲ ἑκὼν ἐρᾷ· ὁ μὲν ἐπ᾿ ἀγαθῷ ἐρᾷ τοῦ ἐρωμένου, ὁ δὲ ἐπ᾿ ὀλέθρῳ ἀμφοῖν. Ἐκείνου τοῦ ἔρωτος ἀρετὴ ἔργον, τοῦδε τοῦ ἔρωτος ἔργον ὕβρις· ἐκείνου τοῦ ἔρωτος φιλία τέλος, τούτου τοῦ ἔρωτος ἔχθρα τέλος· ἄμισθος ὁ ἔρως ἐκεῖνος, μισθοφόρος ὁ ἔρως οὗτος· ἐκεῖνος ὁ ἔρως ἐπαινετός, ἐπονείδιστος οὗτος· ἐκεῖνος Ἑλληνικός, βαρβαρικὸς οὗτος· ἐκεῖνος ἄρρην, ἁπαλὸς οὗτος· ἐκεῖνος ἑστώς, πτηνὸς οὗτος, ἀβέβαιος. Ἑκεῖνον τὸν ἔρωτα ἐρῶν ἀνὴρ φίλος θεῷ, φίλος νόμῳ, μεστὸς αἰδοῦς, μεστὸς παρρησίας· ἐκεῖνος καὶ μεθ᾿ ἡμέραν τὸν ἐρώμενον περιέπει καὶ ἀγάλλεται τῷ ἔρωτι, καὶ ἐν γυμνασίῳ συμπλέκεται, καὶ ἐν δρόμῳ συνθεῖ, καὶ ἐν θήρᾳ συγκυνηγετεῖ, καὶ ἐν πολέμῳ συναριστεύει, καὶ ἐν εὐτυχίαις συνεντυχεῖ, καὶ ἀποθανόντος συναποθνήσκει· καὶ οὐδὲν αὐτῷ δεῖ πρὸς τὴν συνουσίαν οὐ νυκτός, οὐκ ἐρημίας. Ὁ δὲ ἕτερος ἐραστὴς θεοῖς μὲν ἐχθρός, πλημμε|λὴς γάρ· ἐχθρὸς δὲ καὶ νόμῳ, παράνομος γάρ· ἀθαρσής, δύσελπις, αἰδοῦς ἄπορος, ἐρημίας φίλος καὶ νυκτὶ καὶ φωλεοῖς· μηδαμοῦ ἂν ἐθέλων ὀφθῆναι συνδιημερεύων τοῖς παιδικοῖς, φεύγων ἥλιον, διώκων νύκτα καὶ ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δὲ ἀγαθήν. μὲν ποιμένι ἔοικεν, ὁ δὲ κλέπτῃ ἔοικεν, καὶ λανθάνειν εὔχεται· οἶδεν γὰρ τὸ κακὸν ὃ δρᾷ, ἀλλὰ εἰδὼς ὑφ᾿ ἡδονῆς ἕλκεται. Καὶ γὰρ ἐν τοῖς εὐκάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπαράττει.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
