# Dialexeis 4-12

Maximus of Tyre, Dialexeis, ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4-12

Διὰ μέσου δὴ ἥκων πίστεως καὶ ἀπιστίας, καὶ πρὸς ἄγνοιαν τοῦ εἰδέναι τῇδέ μοι δοκῶ διαιτήσειν τὴν στάσιν. Ὑποπτεύω τοι μίαν μὲν εἶναι τὴν τέχνην, μὴ μέντοι δυοῖν, ψυχῆς καὶ σώματος, ἀλλὰ τῇ πραγματείᾳ τοῦ κρείττονος τὴν τοῦ ἑτέρου ἐλάττωσιν ἐξιωμένην. Ὑπῆλθεν γάρ με λέγοντα ὁμοῦ τὸ τοῦ Σωκράτους πρὸς τὸν Χαρμίδην, οὐκ αὐτὸ ἐκεῖνο, ἡ Θρᾴκιος ἐπῳδή, ἀλλὰ ἀντιστρόφως. Ὁ μὲν γὰρ φησὶν σὺν τῷ ὅλῳ ἰᾶσθαι καὶ τὸ μέρος, καὶ ἀδύνατον εἶναι σωτηρίαν παραγίνεσθαι τῷ μορίῳ, πρὶν καὶ τῷ παντὶ ἔλθῃ· ὀρθῶς λέγων, κἀγὼ πείθομαι, ὅσα γε ἐπὶ σώματος· ἐν δὲ τῇ ψυχῆς καὶ σώματος συζυγίᾳ ἀντιστρόφως φημὶ ἔχειν· ᾧ γὰρ ἂν τὸ μέρος καλῶς ἔχῃ, ἀνάγκη τὸ πᾶν τούτῳ ἔχειν καλῶς, οὐχ ὁποτερονοῦν τοῖν μεροῖν, θάτερον δέ ἡ γὰρ τοῦ χείρονος πρὸς τὸ κρεῖττον ὁμιλία ἐκ τῆς τοῦ κρείττονος σωτηρίας ἀνάπτει τὸ χεῖρον· ἤ σοι δοκεῖ ἄνθρωπος ὑγιαίνων τῇ ψυχῇ λόγον τινὰ ποιεῖσθαι προσπεσούσης ὀδύνης καὶ τραυμάτων ἤ τινος ἄλλης κακουχίας σωμάτων; οὐδαμῶς μὰ Δία. Ἐκείνην δὴ τὴν ἰατρικὴν μαστευτέον καὶ βασανιστέον, καὶ ἐκείνην τὴν ὑγίειαν ποριστέον καὶ ἐκθηρατέον, ᾗ τάχα μὲν καὶ περὶ τουτὶ τὸ σῶμα ῥᾳστώνη ἕψεται, εἰ δὲ μή, πάντως γε ἡ ὑπεροψία τῶν ἐν αὐτῷ δεινῶν.|

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
