# Dialexeis 4-13

Maximus of Tyre, Dialexeis, ΚΘ΄ XXIX (Duebn. XXXV vulg. 19), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4-13

Ἦλθεν εἰς Βαβυλῶνα ἀνὴρ Ἴων παρὰ τὸν μέγαν βασιλέα, τέχνην τινὰ ἐπιδεικνύμενος διαφέρουσαν εὐμηχανίᾳ. Ἁμάξας στέατος ποιούμενος μικρὰς στρογγύλας, κατὰ βελόνης ὀρθίου πόρρωθεν ἀφιείς, τῆς βελόνης ἄκρας ἐτύγχανεν, καὶ ᾤετο δήπου μέγα εἶναι αὐτῷ ἀγαθὸν τὴν εὐστοχίαν τῆς βελόνης, οὐχ ἧττον ἢ ὁ Ἀχιλλεὺς τὴν τῆς μελίας τῆς ἐκ τοῦ Πηλίου Καὶ ἐν Λιβύῃ ἀνὴρ Λίβυς, Ψάφων ὄνομα, ἐραστὴς εὐδαιμονίας οὐ ταπεινῆς, μὰ Δία, οὐδὲ τῆς περιθεούσης ταύτης, ἀλλὰ ἤθελεν γὰρ θεὸς εἶναι δοκεῖν· ξυλλαβὼν οὖν τῶν ᾠδικῶν ὀρνίθων πολλούς, ἐδίδασκεν ᾄδειν τοὺς ὄρνιθας· ‘Μέγας θεὸς Ψάφων’· καὶ ἠφίει αὖθις ἐπὶ τὰ ὄρη. Οἱ δὲ οἱ αὐτοί τε ᾖδον, καὶ οἱ ἄλλοι ὄρνιθες ἐθιζόμενοι τῇ φωνῇ. Λίβυες δὲ θείαν νομίσαντες εἶναι τὴν φήμην, ἔθυον Ψάφωνι, καὶ ἦν αὐτοῖς θεὸς ὑπὸ ὀρνίθων κεχειροτονημένος· οὐδὲν οἶμαι τοῦ Περσικοῦ φαυλότερος, ὃν οὐ πρότερον προσεκύνησαν Πέρσαι, πρὶν αὐτὸν ἐχειροτόνησεν ἐπὶ τὴν ἀρχὴν ὑβριστὴς ἵππος.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
