# Dialexeis 4-14

Maximus of Tyre, Dialexeis, Λ΄ XXX (Duebn. l volg. 31 B 30α΄), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4-14

Ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὸν λόγον, ὡς τὴν εἰκόνα ταύτην παρελάβομεν. Ἔοικεν γὰρ ἀμέλει καὶ οὗτος οὐ πλοῦν βραχύν, οὐδὲ ἡμερῶν ὀλίγων ἡμῖν δρόμον διαγωνιουμένοις, ἀλλὰ τὸν τοῦ ζῆν ξύμπαντα χρόνον νομοθετεῖν ἡδονὰς οὐδὲν τῶν θαλαττίων ἐκείνων ἀσφαλεστέρας· μήπω γάρ τις ἡμᾶς πειθέτω λόγος, ὡς οὐκ ἀγαθὸν ἡδονή, ἀλλὰ ἀγωνιζέσθω, ἐὰν πεῖσαι δυνηθῇ, 〈ὡς ἀσφαλής〉. Εἰ δὲ μεταβάλλειν μὴ δυνηθῇ, ἀνέξομαι, ἡδόμενος τὸν πάντα χρόνον, καὶ ἀμελήσω τῆς ἀρετῆς, ἐάν μοι δείξῃς ἡδονὴν ἀσφαλῆ καὶ λύπης ἀμιγῆ, ἡδονὴν ἀμετάγνωστον, ἡδονὴν ἐπαινουμένην. Δείξεις δέ πως οὐ μᾶλλον, ἢ λύπην· οὐδὲν γὰρ ὑγιὲς οὐδὲ εἰλικρινὲς τούτων κατεστήσατο τοῖς ἀνθρώποις ἡ φύσις, ἀλλὰ ἀναμέμικται πανταχοῦ τὰ λυπηρὰ τοῖς ἡδέσιν, ἑκάτερον ἐν ἑκατέρῳ φυρόμενον· ἀνάγκη δὲ αἱρούμενον θάτερον καὶ τοῦ ἄλλου μετέχειν εὐθύς· ἅτε γὰρ ἀλλήλοις συμπεφυκότα, τὸ ἕτερον τῷ ἑτέρῳ ἐπιρρεῖ, καὶ ἀντικαταλλάττεται τὰς γενέσεις, καὶ ἀμείβει τὰς συνουσίας. Ὑπὸ δὲ τῆς παλιρροίας ταύτης ψυχὴ κυκωμένη, πῶς ἄν ποτε ἐπιλάβοιτο ἀλυπίας, συνοῦσα ἀγαθοῖς ἐστερημέ|νοις; Ἐγὼ καὶ θαλάττῃ διὰ τοῦτο ἀπιστῶ, κἂν νήνεμος ᾖ, κἂν γαλήνην ἔχῃ· ὑποπτεύω γὰρ αὐτῆς τὴν ἡσυχίαν· εἰ δέ με βούλει πιστεῦσαι γαλήνῃ, ἄγε λαβὼν εἰς πέλαγος ἀσφαλές, ἔνθ᾿ οὐκ ἔστ᾿ οὔτ᾿ ἂρ χειμὼν πολύς, οὔτέ ποτ᾿ ὄμβρῳ δεύεται, ἀλλὰ μάλ᾿ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν αἴγλη. Συγκεκλήρωται δὲ καὶ ἡ ψυχὴ τοιούτῳ πάθει· καὶ μέχρις ἂν αὐτῇ ἀπῇ μὲν ὁ κυβερνήτης, ἀπῇ δὲ καὶ ἡ τέχνη, κἂν γαλήνην ἴδῃ, χειμῶνα δέδιεν· κἂν χειμῶνι ἐντύχῃ, γαλήνην ποθεῖ. Ἀνδρὸς γὰρ βίος πρὸς ἡδονὴν νενευκότος, καὶ λύπην ἐπτοημένου, κοῦφος καὶ ψοφοδεὴς καὶ ἄπιστος καὶ θαλάττης πάσης ἀδηλότερος.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
