# Dialexeis 4-18

Maximus of Tyre, Dialexeis, ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4-18

Tίς οὕτως ἀνόητος καὶ δύσερως καὶ κακοδαίμων ἀνήρ, ὥστε διὰ φιλίαν μικρῶν καὶ ἐφημέρων ἡδονῶν, καὶ ἀγαθῶν ἀμφισβητησίμων, καὶ ἀδήλων ἐλπίδων, καὶ ἀμφιβόλων εὐτυχημάτων, μὴ ἀνασκευάσασθαι, μηδὲ ἀνοικίσαι αὐτὸν εἰς ἀμολογημένην εὐδαιμονίαν; καὶ ταῦτα, εἰδὼς ὅτι ἀπαλλάξεται πολλαπλασίων κακῶν, ἃ τῷ δευτέρῳ τρόπῳ καὶ βίῳ ἀναπεφυρμένα, πῶς οὐ περιστατικὴν ποιεῖ κακοδαίμονά τε τὴν διαγωγὴν τοῦ βίου καὶ σφόδρα ἀτυχῆ; Ὥστε εἰκάσαιμιʼ ἄν ἔγωγε ἑκάτερον τῶν βίων, τὸν μὲν γενναῖον τοῦτον καὶ παντοδαπὸν δεσμωτηρίῳ χαλεπῷ κακοδαιμόνων ἀνδρῶν καθειργμένων ἐν ἀφεγγεῖ μυχῷ, πολὑν μὲν τοῖς ποσὶν σίδηρον περιβεβλημένων, βαρύν δὲ κλοιὸν περὶ τῷ αὐχένι, κὰκ ταῖν χεροῖν ἐξηρτημένων δεσμὰ δυσχερῆ, ῥυπώντων, καὶ ἀγχομένων, καὶ ρρυττομένων, καὶ στενόντων· ὑπὸ δὲ χρόνου καὶ ἔθους εὐημερίας τινὰς ἑαυτοῖς ἔνδον καὶ εὐθυμίας μηχανωμένων, μεθυσκομένων ἐνίοτε ἐν τῷ δεσμωτηρίῳ, καὶ ᾀδόντων ἀναμίξ, καὶ γαστριζομένων, καὶ ἀφροδισιαζόντων, καὶ μηδὲ ἡρέμα ἑκάστου ἐμπιμπλαμένων διὰ δέος καὶ ἀπιστίαν καὶ μνήμην τῶν παρόντων κακῶν· ὥστε ἀκούσαι ἄν τις παρʼ ἑκάστῳ δεσμωτηρίῳ οἰμωγῆς ὁμοῦ καὶ ᾠδῆς καὶ στόνου |καὶ παιᾶνος. Γὸν δὲ ἕτερον αὖ βίον εἰκάζω ἀνδρὶ ἐν καθαρῷ φωτὶ διαιτωμένῳ, λελυμένῳ τὼ πόδε καὶ τὼ χεῖρε, καὶ τὸν αὐχένα πανταχοῦ περιστρέφοντι, καὶ τὰς ὄψεις πρὸς τὸν ἥλιον ἀνατείλαντ〈α ἀνατείνοντ〉ι, καὶ τοὺς ἀστέρας ὁρῶντι, καὶ διακρίνοντι νύκτα καὶ ἡμέραν, καὶ τὰς ὥρας τοῦ ἔτους ἀναμένοντι, καὶ τῶν ἀνέμων αἰσθανομένῳ, καὶ ἀέρα σπῶντι καθαρὸν καὶ ἐλεύθερον· ἀπεστερημένῳ δὲ τῶν ἔνδον ἐκείνων ἡδονῶν ὁμοῦ τοῖς δεσμοῖς, μὴ μεθυσκομένῳ, μηδὲ ἀφροδισιάζοντι, μὴ γαστριζομένῳ, μὴ στένοντι, μὴ παιωνίζοντι, μὴ ᾄδοντι, μὴ οἰμώζοντι, μὴ ἐμπιμπλαμένῳ, ἀλλʼ ὅσον ἀποζῆν λεπτῷ καὶ διερρινημένῳ τὴν γαστέρα. Τίνα τῶν εἰκόνων μακαρίσωμεν; τίνα οἰκτείρωμεν τῶν βίων; τίνα ἑλώμεθα; Τὸν ἐν τῷ δεσμωτηρίῳ, τὸν μικτὸν ἐκεῖνον, τὸν ἀσαφῆ, πικραῖς καὶ ἐλεειναῖς ἡδοναῖς δελεασθέντες, (Δ 450) ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν, ἡδομένων ὁμοῦ καὶ στενόντων; Μὴ σύ γε, ὦ δειλαία ψυχή·||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
