# Dialexeis 4.Section c-Subsection l

Maximus of Tyre, Dialexeis, 4.Section c to 4.Subsection l. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Section%20c

ἀλλʼ ἐξ ἰσοτιμιᾶς οὑτωσὶ πείθων καὶ διαλεγόμενος, συνετὰ συνετοῖς λέγων, καὶ πιστὰ πιστοῖς, καὶ ἔνθεα ἐνθέοις· ὅτι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἔνειμεν θεὸς δυνάμεις τρεῖς καὶ χώρας καὶ φύσεις, ὥσπέρ τινα ἀθροίζων ξυνοίκησιν πόλεως· ἧς τὸ μὲν ἄρχον καὶ προβουλευόμενον εἰς ἀκρόπολιν ἀναγαγών, ἰδρύσας αὐτοῦ, πλέον οὐδὲν αὐτῷ προσέταξεν λογισμοῦ· τὸ δʼ ἀκμάζον, καὶ πράττειν δεινόν, καὶ τελεσιουργεῖν ἱκανὸν τὰ βουλευθέντα, συνῆψέν τε καὶ ξυνεκέρασεν διʼ ὑπηρεσίας προσταγμάτων τῷ βουλευτικῷ· τρίτον δʼ αὗ, τὸ ἀργὸν τοῦτο πλῆθος καὶ ἀκόλαστον καὶ βάναυσον, καὶ μεστὸν μὲν ἐπιθυμιῶν, μεστὸν δὲ ἐρώτων, μεστὸν δὲ ὕβρεως, μεστὸν δὲ ἡδονῶν παντοδαπῶν, τρίτην ἔχειν μοῖραν, οἷον δῆμόν τινα ἀργόν, καὶ πολύφωνον, καὶ πολυπαθῆ, καὶ ἔμπληκτον. Ταύτῃ δὴ νενεμημένης τῆς ψυχῆς τὴν οἰκονομίαν τῆς τοῦ ἀνθρώπου συντάξεως, στάσις ἐγγίγνεσθαι φιλεῖ, αὐτὸ ἐκεῖνο τὸ ἐν πόλει πάθος· ὧν ἡ μὲν εὐδαίμων πόλις βασιλεύεται, τῶν ἄλλων μερῶν εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ πεφυκότι ἐξηγεῖσθαι· ἡ δὲ ταύτης ἐλλειπεστέρα κατʼ εὐδαιμονίαν πόλις, ἀριστοκρατίαν ὀνομάζουσο τὴν τῶν ἐν δυνάμει ξυνεληλυθότων ἀρχήν, ἐλάττων μέν ἐστιν βασιλευομένης, κρείττων δὲ δημοκρατουμένης, ἰσχυρὰ μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, ἢ Κρητικήν, ἢ Μαντινικήν, ἢ Πελληνικήν, ἢ Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερίς, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρσαλέα. Τρίτον δʼ αὗ πολιτείας γένος, ὄνομα μὲν εὔφημον δημοκρατία, τὸ δὲ ἀληθὲς ὀχλοκρατία, κατὰ τὴν Ἀττικήν, ἢ Συρακοσίαν, ἢ Μιλησίαν, ἤ τινα ἄλλην πλήθους ἰσχύν, πολύφωνόν τε καὶ ἀκόλαστον καὶ παντοδαπόν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
