# Dialexeis 4.Subsection a-14-Subsection k

Maximus of Tyre, Dialexeis, 4.Subsection a to 4.Subsection k. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Subsection%20a-14

Βούλει τοίνυν Ἀριστέαν μὲν καὶ Μελησαγόραν καὶ Ἐπιμενίδην καὶ τὰ τῶν |ποιητῶν αἰνίγματα τοῖς μύθοις ἐῶμεν, ἐπὶ δὲ τοὺς φιλοσόφους τὴν γνώμην τρέ||- ψομεν, τουτουσὶ τοὺς ἐκ Λυκίου καὶ Ἀκαδημίας τῆς καλῆς; οὐ γὰρ μυθολόγοι, οὐδʼ αἰνιγματώδεις, οὐδὲ τερατείαν ἀσπαζόμενοι, ἀλλʼ ἐν δημοτικῇ λέξει τὲ καὶ διανοίᾳ εἰθισμένα 〈μηνύοντες· προσείπωμεν〉 δὲ αὐτῶν τόν γε ἡγεμόνα πρῶτον ὧδέ πως· ῾ Ὅτι μὲν ἐπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούομέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ· ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα· καὶ αὐτὸς τηλικοῦτος ὢν παρʼ ἐκείνην φοιτᾷς, καὶ οὐδὲ αὕτη σοι ἀρκεῖ διδάσκαλος, ἀλλʼ ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσκομάχου τὰ γεωργικά, παρά τε Θεοδώρου τὰ γεωμετρικά. Καὶ ταῦτα μέν σου τὰ εἴτε αὖ εἰρωνεύματα, εἴτε καὶ ἀνδρίσματα, ἐπαινῶ, ὅπως ἄν τις αὐτῶν ἀποδέχηται. Ἀλλʼ ἐπειδὰν ἀκούω σου πρὸς 〈Φαῖδρον διαλεγομένου, ἢ Χαρμίδην, ἢ Θεαίτητον, ἢ Ἀλκιβιάδην, ὑποπτεύω σε μὴ πάντα ἐπιστήμῃ νέμειν, ἀλλʼ ἡγεῖσθαι τοῖς ἀνθρώποις πρεσβύτερον εἶναι διδάσκαλον τὴν φύσιν· καὶ τοῦτο εἶναι, ὅπερ οὑτωσὶ φαύλως ὑπεῖπάς που ἐν τοῖς λόγοις, (cf. Plat. Alcib. l 105 d) θείᾳ μοίρᾳ δεδόσθαί μοι πρὸς Ἀλκιβιάδην ὁμιλίαν, καὶ πάλιν αὖ Φαῖδρον καλεῖς τὴν (Plat. Phaidr. 234 d) θείαν κεφαλήν, καὶ περὶ Ἰσοκράτους που κατεμαντεύσω ἐν τοῖς λόγοις νέου ὄντος κομιδῇ. Τί ταῦτά σοι ἐθέλει, ὦ Σώκρατες; Εἰ βούλει, σὲ μὲν ἐῶ, τὸν δὲ ποιητὴν τῶν λόγων τουτονὶ τὸν ἐξ Ἀκαδημίας φίλον μέτειμι· ὁ δʼ ἡ|μῖν δεομένοις μάλα ἀποκρινέσθω, εἰ καὶ θείᾳ μοίρᾳ γένοιντʼ ἂν ἀγαθοὶ ἄνδρες, αὐτὸ τοῦτο, ἄνδρες ἀγαθοί· οὐ ποιηταὶ λέγω, ἵνα μοι προφέρῃς τὸν Ἡσίοδον, οὐδὲ μάντεις, ἵνα μοι τὸν Μελησαγόραν λέγῃς, οὐδὲ καθάρται,

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
