# Dialexeis 4.Subsection b-4-Subsection d

Maximus of Tyre, Dialexeis, 4.Subsection b to 4.Subsection d. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Subsection%20b-4

Καὶ εἰ μὲν ὁ ἔρως φιλίας ἐστὶν ὁρμή, καὶ ὄρεξις τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον ἄττοντος φύσει, καὶ ἀνακραθῆναι αὐτῷ ὀρεγομένου (πάθος ἂν εἴη τοῦτο, οὐ λόγος), δεῖ προστεθῆναι τῷ πάθει τούτῳ ἐπιστάτην λόγον, ἵνα ἀρετὴ γένηται, καὶ μὴ νόσος. Καθάπερ γὰρ ἐπὶ τῆς τῶν σωμάτων κράσεως καὶ ἡ ὑγεία πάθος τί ἐστιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν δυνάμεων, ἢ ὑπὸ τέχνης συγκραθεισῶν καλῶς, ἢ ὑπὸ φύσεως ἁρμοσθεισῶν τεχνικῶς· ἂν δὲ ἀφέλῃς τῆς φύσεως ἢ τῆς τέχνης, τὸ μὲν πάθος συνετάραξας, τὴν δὲ ὑγείαν ἐξήλασας· οὕτως ἀμέλει καὶ ἐπὶ τοῦ ἔρωτος τὸ πάθος μὲν ὁμοίως ἐστίν, κἂν ἔχῃ λόγον· ἐὰν δὲ ἀφέλῃς τὸν λόγον, ἐπετάραξας αὐτοῦ τὴν συμμετρίαν, καὶ νόσον ἐποίησας τὸ πᾶν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
