# Dialexeis 4.Subsection b-7-Subsection e

Maximus of Tyre, Dialexeis, 4.Subsection b to 4.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Subsection%20b-7

τῷ δὲ οὐδὲ ταῦτα ἱκανά, ἀλλʼ ἐπιθυμεῖ ξένης ἡδονῆς, καὶ διὰ τοῦτο ἐπὶ τὴν Κὐρώπην ἔρχεται, διώκει Σκύθας, ἀνίστησιν Παίονας, Ἐρετρίαν λαμβάνει, Μαραθῶνι ἐπιπλεῖ, καὶ πλανᾶται πανταχοῦ. Ὤ τῆς πενίας δυστυχέστατος. Τ γὰρ ἂν εἴη πενέστερον ἀνδρὸς ἐπιθυμοῦντος διηνεκῶς; ἐπειδὰν γὰρ ἅπαξ ψυχὴ γεύσηται ἡδονῶν ὑπὲρ τὴν αὐτῆς χρείαν, κόρος αὐτὴν τῶν πρότερον ἔχει, καὶ ἑτέρων ἐρᾷ. Καὶ τὸ τοῦ Ταντάλου αἴνιγμα τοῦτο ἦν ἄρα, δίψα διηνεκὴς ἀνδρὸς φιληδόνου, καὶ ἡδονῆς νάματα προσιόντα καὶ ἀπιόντα αὗθις, καὶ παλίρροια ἐπιθυμιῶν, καὶ λῦπαι πικραὶ ταύταις ἀνακεκραμέναι, καὶ ταραχαί, καὶ φόβοι. ψοβερὸν μὲν γὰρ παροῦσα ἡδονὴ μὴ ἀπέλθῃ, ἀνιαρὸν δὲ μὴ παροῦσα μὴ οὐκ ἔλθῃ· ὥστε ἀνάγκη τὸν διώκοντα ἡδονὴν λυπούμενον μὲν μὴ παύσασθαι, ἡδόμενον δὲ μὴ αἰσθάνεσθαι, ἀλλὰ συγκεχυμένον ζῆν ἐν ἀσαφείᾳ πολλῇ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
