# Dialexeis 4.Subsection b

Maximus of Tyre, Dialexeis, Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Subsection%20b

Ἐὲν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γελοῖον λοῖον γὰρ ‖ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
