# Dialexeis 4.Subsection c-2-Subsection f

Maximus of Tyre, Dialexeis, 4.Subsection c to 4.Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/4.Subsection%20c-2

Τοῦτο γάρ τοι δύναται ποιητοῦ λόγος ἐμπεσὼν ἀκοαῖς τεθραμμέναις ‖ κακῶς, περιβομβεῖν αὐτάς, καὶ μὴ παρέχειν σχολὴν διαπιστεύειν τοῖς εἰκῇ θρυλουμένοις λόγοις, ἀλλʼ εἰδέναι μὲν ὅτι ποιητικὴ πᾶσα αἰνίττεται, καταμαντεύεσθαι δὲ τῶν αἰνιγμάτων μεγαλοπρεπῶς, κατὰ τὴν θεῶν δίκην. Ὁπόθεν δὲ ἐξελήλαται τὸ ταπεινὸν πᾶν καὶ τὸ ἠμελημένον, τί δεῖ ἐνταῦθα τοιούτου φαρμάκου; περὶ Τὸν Ἀνάχαρσιν ἐκεῖνον ἤρετο Ἕλλην ἀνήρ, εἰ ἔστιν αὐλητικὴ ἐν Σκύθαις· Ὁὐδὲ ἄμπελοι,᾿ ἔφη. Ἄλλη γὰρ ἄλλην παρακαλεῖ ἡδονήν, καὶ ἐστὶν ξυμφυὲς τὸ χρῆμα, καὶ ἄπαυστον, καὶ ἀέναον, ἐπειδὰν ἄρξηται ῥεῖν· καὶ μία μηχανὴ πρὸς σωτηρίαν, στῆσαι τὰς πηγάς, καὶ ἀποφράξαι τὴν ἡδονῶν γένεσιν. δὴ τοιαύτη πόλις, ἣν συνεστήσατο ὁ Πλάτων, ἄβατος ἡδονῇ, καὶ ἀδεὴς θεαμάτων καὶ ἀκουσμάτων· ὥστε οὔτε εἰ ποιητικὴ παρα |σκευαστικὸν ἡδονῆς, εἰσδέξαιτο ἂν αὐτήν, καὶ πολὺ μᾶλλον κατὰ τὴν χρείαν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
