# Dialexeis 5-12

Maximus of Tyre, Dialexeis, ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5-12

Πῶς οὖν | ἀρετὴ μετέχουσα θεωρίας καὶ πράξεως οὐκ ἔστιν τέχνη; Ταύτῃ μοι λέγοντι ἐφέπου. Λέξωδὲ οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ ἐξ Ἀκαδημίας ὁρμηθέντα, καὶ ἐπιχώριον τῆς Πλάτωνος μούσης τὲ καὶ ἑστίας· ἀπεδ έξατο δὲ αὐτὸν καὶ Ἀριστοτέλης αὐτῷ. Ἐγὼ δὲ καὶ πορρωτέρω ἐπανάγω· ὑποπτεύω γὰρ ἐξ Ἰταλίας Ἀθήναζε ἐλθεῖν τὸν λόγον, Πυθαγορείων τινῶν ἐμπορίαν ταύτην καλὴν στειλαμένων εἰς τὴν ἀρχαίαν Ἐλλάδα. Ὁ δʼ οὖν λόγος ταύτῃ ἔχει. τοῦ ἀνθρώπου ψυχὴ νενέμηται δίχα κατὰ πρώτην νομήν· καὶ τὸ μὲν αὐτῆς ἐστιν λόγος, τὸ δὲ πάθος· τούτων δὲ ἑκάτερον πονηρῶς ἔχον, καὶ κινούμενον ἀτάκτως, συλλήβδην καλεῖται ὀνόματι ἑνὶ τῷ αἰσχίστῳ, κακία προσαγορευόμενον. Γίγνονται δὲ αἱ πηγαὶ καὶ αἱ γενέσεις τοῦ αἰσχροῦ τούτου ἐκ τῆς θατέρου τῶν μορίων πλημμύρας τὲ καὶ ἐπιρροῆς, ἐπειδὰν τὰ πάθη ζέσαντα ἐπικλύσῃ τὴν ψυχήν, καὶ τὰς τοῦ λόγου βλαστήσεις τὲ καὶ ἐκφύσεις ἐπιταράξῃ. Καθάπερ τῶν ποταμῶν οἱ χειμέριοι, ὑπὲρ τὰς νομίμους ὁδοὺς ἀναχεόμενοι ἐπὶ γεωργίαν ἀροτοῦ καὶ φυτουργίας, ἐπεθόλωσαν τὴν σωτηρίαν τῶν ἔργων καὶ τὸν κόσμον, οὕτω καὶ ψυχὴ ὑπὸ ἀμετρίας παθῶν ἐξίσταται τῶν λογισμῶν, καὶ δόξαι τότε αὐτῇ ψευδεῖς καὶ πονηραὶ παρὰ τὴν αὐτῆς φύσιν διανίστανται, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· ἡ πλησμονὴ ἐπεγείρασα τὰ ἔνδον νοσήματα, ὥσπερ ἐκ φωλεοῦ ἑρπετά, συγχεῖ τὸν νοῦν καὶ φθέγγεσθαι προσαναγκάζει τὰς τῶν ἑρπετῶν τούτων φωνάς.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
